'

Thrasymachus XII

XII. Σίσυφος

Θρασύμαχος: τί νῦν, Αἰακέ, δεῖ ἡμᾶς ποιεῖν; πῶς ἔξεσται ἡμῖν διαβαίνειν τήνδε την χώραν, ἣν πᾶσαν περιέχουσι λόφοι; τί οὖν ποιήσομεν;

Αἰακός: ἀναβησόμεθα οὖν ἐπ᾿ ἐκεῖνον τὸν λόφον τὸν ἐκ δεξιᾶς.

Θρασύμαχος: καλῶς λέγεις. ἀρέσκουσι γάρ μοι πάντες οἱ λόφοι οὗτοι. καλοί τε γάρ εἰσι καὶ ὑψηλοί.

(ἀναβαίνουσιν οὖν ἐπὶ τὸν λόφον τΑἰακὸς καὶ Θρασύμαχος.)

Αἰακός: ἤδη, Θρασύμαχε, πρὸς ἄκρον τὸν λόφον ἀφικνούμεθα. ἆρα καὶ νῦν ἀρέσκει σοι λόφος;

Θρασύμαχος: οὐχί, οὐδαμῶς· φεῦ τῶν σκελῶν. ὑψηλότερος γάρ ἐστιν λόφος.

Αἰακός: οὐδέ σοι μόνῳ οὐκ ἀρέσκει οὗτος λόφος. ἀλλἄκουσον.

Σίσυφος: (γέρων τις κάμνων λέγει.) οἴμοι, φεῦ, φεῦ. φεῦ τοῦ λόφου, φεῦ τοῦ λίθου. τί ποιήσας ταῦτα πάσχω; (βοᾷ λυπούμενος).

Θρασύμαχος: ἆρα νοσεῖ γέρων; ταῦτα μὲν γὰρ ἀκοῦσαι οὐκ ἀρέσκει μοι, ὀλίγον δἀκούσας καὶ τὸ πᾶν ἐθέλω ἀκούειν.

Αἰακός: ἐρώτησον οὖν, Θρασύμαχε, αὐτὸς αὐτὸν τὸν Σίσυφον. ἴσως γὰρ ἐρωτήσαντί σοι ἀποκρινεῖται.

Σίσυφος: φεῦ τῆς τῶν θεῶν ἀδικίας.

Θρασύμαχος: ἀλλοὐδὲν ὄφελός ἐστί μοι ἐρωτῆσαι. ἀεὶ γὰρ δακρύων οὐκ ἀκούσεταί μου ἐρωτῶντος.

Αἰακός: ὅμως δἐρώτησον.

Θρασύμαχος: έρωτήσω οὖν. χαῖρ’, γέρον. ποῖόν τι ἀδίκημα ἀδικήσαντος κατεδίκασέ σου Ζεύς;

Σίσυφος: ἀλλοὐδὲν ἀδίκημα ἀδικήσαντος κατεδίκασέ μου. αὐτὸς δ Ζεὺς ἠδίκησεν. ἀλλὰ μὴ μένετε ἐνταῦθα· ἀεὶ γὰρ δεῖ με ἀνωθεῖν τόνδε τὸν λίθον πρὸς ἄκρον τὸν λόφον τοῦτον.

Θρασύμαχος: ἐκεῖσοὖν μετὰ σοῦ ἀνωθοῦντος ἀναβησόμεθα. σὺ δἀνωθῶν ἐξήγησαι, εἰ ἐθέλεις, τὸν πάντα μῦθον. ἀκουσόμεθα γάρ σου ἐξηγουμένου τὸν μῦθον.

Σίσυφος: ἀλλἄσμενος πάντα ταῦτα ἐξηγήσομαι. ἀρέσκει γάρ μοι ἐξηγήσασθαι τοῦτον τὸν μῦθον. αὕτη γάρ ἐστιν τοῦ Διὸς ἀδικία. φιλῶν γάρ ποτε τὴν τοῦ ἐμοῦ φίλου θυγατέρα ἔκλεψέν τ᾿ αὐτὴν καὶ κλέψας ἀπήνεγκεν εἰς νῆσόν τινα. ἐγὼ δἀπαντήσας αὐτοῖς ἐν τῇ νήσῳ εὐθὺς πάντα τῇ Ἥρᾳ ἐδήλωσα τῇ τοῦ Διὸς γυναικί. δὲ πάντα ταῦτα ἀκούσασα καὶ τὸν Δία διὀργῆς ἔχουσα ἐζήτησεν αὐτόν τε καὶ τὴν παρθένον. ἀπαντήσασα δαὐτοῖς ἔλεξε τῷ Διὶ οὔτὀλίγα οὔτε φίλα. δὲ Ζεὺς χαλεπῶς τοῦτο φέρων καὶ ἐμὲ διὀργῆς ἔχων κατεδίκασέ μου ἀνωθεῖν τόνδε τὸν λίθον πρὸς ἄκρον τὸν λόφον εἰσαεί. δὲ λίθος μόνον οὐκ ἐπ᾿ ἄκρον ἀφικνούμενος πάλιν πρὸς τὸ πεδίον καταπίπτει, καὶ δεῖ μαὖθις ἀνωθεῖν αὐτὸν εἰσαεί.

Θρασύμαχος: ὁμολογῶ σοι, Σίσυφε. κλέπτης γὰρ ὢν αὐτὸς Ζεὺς ἀδίκως κατεδίκασέ σου. ἀλλοὐ πρέπει σοι οὕτω μάτην πάσχειν πονοῦντι. διὰ τί οὖν ἄλλοις τισὶ λίθοις χρησάμενος οὐκ ἐποίησας τὸν λίθον μένειν ἐπ᾿ ἄκρῳ τῷ λόφῳ; ἐγὼ δὲ ἄλλον τινὰ λίθον λαμβάνων βοηθήσω σοι.

Σίσυφος: καλῶς λέγεις, νεανία. φεῦ τῆς σοφίας. ὡς σοφὸς εἶ καίπερ νεανίας ὤν. κἀγὼ ἄλλον τινά λίθον λήψομαι. φεῦ, φεῦ, οἴμοι. τῷ λίθῳ ὑστεροῦμεν. φθάνει γὰρ ἡμᾶς ἐξορμήσας πάλιν πρὸς τὸ πεδίον. ἀλλοὐδὲν ὄφελός ἐστι τῷ Διὶ μάχεσθαι.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus XII