Thrasymachus IX
IX. ὁ Ἰάσων β΄
Θρασύμαχος: νῦν οὖν, ὦ Ἰᾶσον, δεῖ σε λέγειν περὶ τούτου τοῦ ἔργου.
Ἰάσων: ὡς λέγεις, ὦ παῖ, δεῖ με λέγειν. ἀλλ’ οὐ μόνον ἔργον ἐστὶν ἀλλὰ καὶ πόνος. (ἄρχεται δακρύειν.)
Αἰακός: ἀλλὰ δακρύειν μέν σ’ οὐ χρή, ὦ Ἰᾶσον, λέγειν δὲ τὸν λόγον.
Ἰάσων: λέγω δή. τῷ γὰρ βασιλεῖ πειθόμενος συγκαλῶ ἥρωάς τινας καὶ κελεύω αὐτοὺς οἰκοδομεῖν ναῦν καὶ μετ᾿ ἐμοῦ πλεῖν ἐν ταύτῃ τῇ νηὶ ἐπὶ τὸ πάγχρυσον δέρας.
Θρασύμαχος: ἆρ’ οἱ ἥρωες πείθονταί σοι οὕτω κελεύοντι;
Ἰάσων: ἄσμενοι μὲν οὖν πείθονται· προσήκει γὰρ ἥρωσι πόνους πονεῖν. καὶ δι’ ὀλίγου οἰκοδομοῦσι τὴν ναῦν καὶ ἐν ταύτῃ τῇ νηὶ ἀρχόμεθα πλεῖν. (προσχωρεῖ καὶ ἄλλος τις ἥρως.)
Θρασύμαχος: ἆρ’ ἔξεστί μοι ἐρωτᾶν τι;
Ἰάσων: πῶς γὰρ οὔ; ἔξεστί σοι ἐρωτᾶν.
Θρασύμαχος: τις οὖν ἐστὶν οὗτος ὁ ἥρως, ὅσπερ προσχωρεῖ;
Αἰακός: οὗτός ἐστι Τῖφυς ὁ τῆς νεὼς κυβερνήτης.
Ἰάσων: ἀλλ’ οὐχ οἷός τ’ εἰμὶ μόνος τοῦτον λέγειν τὸν λόγον, ῥᾷον δέ μοι δοκεῖ εἶναι εἰ ὁ κυβερνήτης βοηθεῖ μοι καὶ αὐτὸς λέγων.
Τῖφυς: ἄσμενος οὖν βοηθῶ σοι, ὦ δέσποτα, λέγων.
Ἰάσων: καλῶς λέγεις, ὦ κυβερνῆτα. ἐν ᾧ γὰρ ἐρέττουσιν οἱ ἥρωες, πέτρας τινάς φοβερῶς συντρεχούσας ὁρῶ.
Τῖφυς: δεινόταται δ’ εἰσιν αὐται αἱ πέτραι καὶ δεινότατα συντρέχουσιν ἀλλήλαις.
Ἰάσων: ἀλλ’ οὐ δεῖ ἡμᾶς φεύγειν ἀπ᾿ αὐτῶν. αὗται γάρ εἰσιν αἱ Συμπλήγαδες, δι’ ὧν χρὴ ἡμᾶς πλεῖν.
Τῖφυς: ἀλλ’ οὐχ οἷός τ’ εἰμὶ διὰ τοιούτων τῶν πετρῶν κυβερνᾶν τὴν ναῦν. τί οὖν δεῖ με ποιεῖν; αἴτει οὖν, ὦ Ἰᾶσον, τοὺς θεοὺς δηλοῦν σοι ἄλλην τινὰ ὁδόν.
Ἰάσων: καὶ ὁ μὲν Τῖφυς τοιαῦτα βοᾷ, ἐγὼ δὲ τὰς πέτρας ἀποβλέπων κελεύω τοὺς ἑταίρους ἐκπέμπειν ὄρνιθας ἐκ τῆς νεώς. οἱ δ’ ἑταῖροι σφόδρα θαυμάζοντες πείθονται. ἡ δ’ ὄρνις εὐθὺς πέτεται διὰ τῶν πετρῶν ἤδη συντρεχουσῶν. αἱ γὰρ πέτραι πρῶτον μὲν συντρέχουσαι ἀποκόπτουσι τὴν κέρκον τὴν τῆς ὄρνιθος πετομένης, ἔπειτα δ’ αὖθις ἀπ᾿ ἀλλήλων ἀποτρέχουσιν. τοῦτο δ’ ὁρῶν χαίρω καὶ εὐθὺς κελεύω τοὺς μὲν ἑταίρους ὡς τάχιστα ἐρέττειν, τὸν δὲ κυβερνήτην διὰ τῶν πετρῶν ὀρθῶς κυβερνᾶν τὴν ναῦν. ἄσμενοι οὖν πείθονταί μοι κελεύοντι οἱ ἑταῖροι, ὀρθῶς δὲ κυβερνᾷ τὴν ναῖν ὁ κυβερνήτης. οὕτως οὖν μόνον οὐκ ἀποθνήσκομεν· αἱ γὰρ πέτραι δεινῶς δὴ συντρέχουσαι ἀποκόπτουσι τὸ ἔσχατον τὸ τῆς νεὼς ὥσπερ τὴν κέρκον τὴν τῆς ὄρνιθος. ὅμως δ’ ἱστός τ’ ἐστὶν ἐν τῇ νηὶ καὶ ἱστία. καὶ ἡ ναῦς καταδύεται μὲν οὔ, φέρει δ’ ἡμᾶς ἀπὸ τῶν Συμπληγάδων. δι’ ὀλίγου οὖν ἀφικνούμεθα πρὸς τὴν Κολχίδα, ἧς βασιλεύει γέρων τις, Αἰήτης ὀνόματι. τοῦτον δ’ αὐτῶ εὐθὺς παρέχειν μοι τὸ πάγχρυσον δέρας. ὁ δ’ Αιήτης θαυμάζων τε καὶ ὑποπτεύων κελεύει με πρότερον πειράσθαι ἀγρόν τινα ἀροῦν τοῖς ἑαυτοῦ βουσί φοβεροῖς δὴ οὖσιν, καὶ σπείρειν τοὺς τοῦ δράκοντος ὀδόντας.
Θρασύμαχος: τί οὖν περὶ τούτων τῶν βοῶν; ἆρ’ οὐκ ἀποτρέχειν χρή;
Ἰάσων: οὐδαμῶς, ὦ παῖ. ἥρωσι γὰρ οὐ πρέπει ἀποτρέχειν οὐδέποτε.