Thrasymachus XV
XV. ὁ Ἡρακλῆς β΄
Θρασύμαχος: ἀλλὰ διὰ τί, ὦ Ἡράκλεις, τὰ τοιαῦτα πονεῖς; ἆρα μὴ φιλεῖς τοὺς πόνους;
Ἡρακλῆς: οὐχί, ὦ παῖ· ἀλλ’ ἐκελεύσθην ὑπὸ τοῦ Εὐρυσθέως ταῦτα ποιεῖν. ἐδουλώθην γὰρ ὑπ᾿ αὐτοῦ.
Θρασύμαχος: καὶ διὰ τί ἐδουλώθης ὑπ᾿ αὐτοῦ;
Ἡρακλῆς: ἀλλ’ ἐδούλωσέ μ’ ὁ Εὐρυσθεὺς διότι καὶ αὐτὸς ἐκελεύσθη ὑπὸ τοῦ Διός. ὁ γὰρ Ζεὺς ἔλεξεν ὅτι δώδεκα πόνους πονήσας ἀθάνατος γενήσομαι. οὗτος δ’ ἐστὶ πόνος ἑνδέκατος. πάντες γὰρ οἱ ἄλλοι δέκα ὑπ᾿ ἐμοῦ ἤδη ἐποιήθησαν καὶ δι’ ὀλίγου τὸν δωδέκατον ποιήσας λυθήσομαι ὑπὸ τοῦ τ᾿ Εὐρυσθέως καὶ τοῦ Διός.
Θρασύμαχος: λυθεὶς δὲ τί ποιήσεις;
Ἡρακλῆς: λυθεὶς δ’ οὐδὲν ἄλλο ἢ ἔδομαί τε καὶ πίομαι.
Θρασύμαχος: ἰδού· τίς ἐστιν ἐκεῖνος ὁ γίγας, ὃν ἤδη ὁρῶ ἐν μέσοις τοῖς λόφοις ὄντα; σφαῖραν γάρ τινα ἐπὶ τῶν ὤμων ταῖς χερσὶν ἀνέχει. ἀλλὰ δεῖ ἡμᾶς ταχέως προσχωρεῖν ὡς αὐτόν.
Ἡρακλῆς: καὶ γιγνώσκω τοῦτον τὸν γίγαντα ὅστις ἐστίν. οὗτος γάρ ἐστιν Ἄτλας· παχὺς γάρ ἐστι καὶ παχεῖς ἔχει τοὺς ὤμους. ἐρωτηθήσεται δ’ ὑπ᾿ ἐμοῦ καὶ ἐρωτηθείς τἀληθῆ ἀποκρινεῖται. ἐγὼ γὰρ ὑπ’ οὐδενὸς οὔπω ἐνικήθην οὐδὲ νικηθήσομαι οὐδέποτε. χαῖρ’, ὦ Ἄτλας· τί ἀνέχεις ἐπὶ τῶν ὤμων;
Ἄτλας: μικρόν τι, ὦ Ἡράκλεις· τὸν γὰρ οὐρανὸν μόνον ἅπαντα τοῖς ὤμοις ἀνέχω.
Θρασύμαχος: (ἰδίᾳ αὐτὸς ἑαυτῷ λέγει.) ἀλλ’ ὑβρίζει ὅδε ὁ γίγας, ὡς ἔμοιγε δοκεῖ.
Ἡρακλῆς: ἀλλὰ λέγε μοι, ὦ Ἄτλας, προμηθὴς γὰρ εἰ, ὅπου εἰσὶν οἱ κῆποι οἱ τῶν Ἑσπερίδων. ἐθέλω γὰρ κτᾶσθαι ἐκεῖθεν τρία χρυσᾶ μῆλα.
Ἄτλας: ἀλλ’ οὐκ ἐρῶ σοι τοῦτο. οὐ γὰρ ῥᾴδιόν ἐστι λέγειν οὐδέ μοι πρέπει. ὑπ᾿ ἐμοῦ οὖν οὐ δηλωθήσεται οὐδέποτε. εἰ δὲ τρία μῆλα τῷ ὄντι κτᾶσθαι ἐθέλεις, οὐχ ὑπ᾿ ἐμοῦ γε κωλυθήσῃ. σὺ μὲν οὖν λαβὲ τοῦτον τὸν οὐρανόν, ἐγὼ δέ σοι τὰ μῆλα κομιῶ.
Ἡρακλῆς: ἀλλὰ χάριν ἔχω σοι, ὦ Ἄτλας. ἄσμενος οὖν τὸν οὐρανὸν ἀνέξω. (λαμβάνει τὴν σφαῖραν.) οἴμοι, φεῦ φεῦ. ὡς βαρύς ἐστιν οὗτος ὁ οὐρανός. φεῦ τοῦ βαρέος οὐρανοῦ. ἀλλὰ μὴ μέλλε, ὦ φίλε Ἄτλας.
(ἀπέρχεται οὖν ὁ Ἄτλας τρέχων. τέλος δὲ μακρὸν δὴ χρόνον μελλήσας ἀναχωρεῖ τρία μῆλα ἔχων.)
Ἄτλας: (γελῶν) φεῦ τοῦ ἀσθενοῦς ἀνθρώπου· ὡς βαρέως φέρει οὕτω πονῶν.
Ἡρακλῆς: (ὀργισθεὶς καὶ βαρέως φέρων) ἀλλὰ μὴ λάλει, ὦ Ἄτλας, καὶ εὐθὺς παράσχες μοι τὰ μῆλα. τοῦτον γὰρ τὸν οὐρανὸν βαρύν δὴ ὄντα οὐκέθ’ οἷός τ’ εἰμὶ ἀνέχειν. δεινότατος δή ἐστιν οὗτος καὶ τὴν κεφαλήν.
Ἄτλας: (ἔτι μᾶλλον γελάσας) ἀεὶ οὖν ἀνέξεις τὸν οὐρανόν, ὡς ἔμοιγε δοκεῖ. νῦν γὰρ ἀνέχεις καὶ ἔξεστί σοι ἀνέχειν εἰσαεί. οὐδὲν γάρ μοι μέλει οὐδὲ πάλιν λήψομαι τὴν σφαῖραν.
Θρασύμαχος: (τῷ Ἡρακλεῖ ἰδίᾳ λέγων) ὦ Ἡράκλεις, μηχάνημά ὑπ᾿ ἐμοῦ ἐμηχανήθη ᾧ ἐξαπατήσομεν τὸν γίγαντα τοῦτον. ἀνέχων οὖν τήνδε τὴν σφαῖραν ὀλίγον ἔτι χρόνον, καίπερ βαρεῖαν οὖσαν, ἄκουε δή. …
Ἡρακλῆς: (μικρᾷ τῇ φωνῇ λέγων) εὖ λέγεις, ὦ παῖ. σαφὲς γάρ ἐστί μοι τὸ μηχάνημα ὁ ἐμηχανήσω. (μεγάλη τῇ φωνῇ) ὦ φίλτατ’ Ἄτλας, ἀνέξω σοι ἀεὶ τὸν οὐρανόν, σὺ δὲ παράσχες μοι τὰ μῆλα καὶ λαβὼν τὴν σφαῖραν ἐπὶ τοὺς ὤμους ἄνεχε ὀλίγον μόνον χρόνον. βούλομαι γάρ προσκεφαλαῖον εὑρεῖν. ὁ γὰρ οὐρανὸς βλάπτει μοι τὸν ἕτερον τῶν ὤμων.
Ἄτλας: ἀλλ’ οὐ κωλύσω σε τοῦτο ποιεῖν. εὐγενὴς γάρ εἰμ᾿ ἐγώ. σὺ δὲ μὴ μέλλε. ἰδού. ὁ γὰρ οὐρανὸς ἤδη ὑπ᾿ ἐμοῦ ἐλήφθη, ληφθέντα δ’ ἀνέχω.
Ἡρακλῆς: καὶ τὰ μῆλα ὑπ᾿ ἐμοῦ ἐλήφθη, ληφθέντα δ’ ἀποίσω. καὶ νῦν τὸν οὐρανὸν ἀνέξεις, ὡς ἔμοιγε δοκεῖ. σὺ γὰρ ἀνέχεις καὶ ἔξεστί σοι ἀνέχειν εἰσαεί. οὐδὲν γάρ μοι μέλει σοῦ καίπερ βαρέως φέροντος. χαῖρ’, ὦ Ἄτλας. ὡς βαρέως φέρεις οὕτω πονῶν.
Θρασύμαχος: καὶ χαῖρ’, ὦ Ἄτλας. φεῦ τῆς μωρίας. ὡς μωρός τ’ εἰ καὶ παχύς. ὡς ῥᾳδίως ὑφ’ ἡμῶν ἐξηπατήθης.