'

Thrasymachus I

I. Εἰς Ἅιδου

A. ὁ Θρασύμαχος

(ὁ Θρασύμαχος παιδίον ἐστὶ καὶ καθεύδει. ἀστραπὴ καὶ βροντή.)

Θρασύμαχος: (λέγει.) ἀστραπὴν βλέπω καὶ βροντὴν ἀκούω.

Ἑρμῆς: (λέγει.) χαῖρε, ὦ Θρασύμαχε. ἆρα καθεύδεις;

Θρασύμαχος: ἀνθρώπου φωνὴν ἀκούω.

Ἑρμῆς: ἀλλὰ ἀνθρώπου φωνὴν οὐκ ἀκούεις· ἄνθρωπος γὰρ οὐκ εἰμί.

Θρασύμαχος: τίς οὖν εἶ;

Ἑρμῆς: ἐγώ εἰμι Ἑρμῆς ὁ θεός.

Θρασύμαχος: οἴμοι. ἀλλὰ διὰ τί δεῦρο ἥκεις;

Ἑρμῆς: διότι κομίζω σε εἰς τὴν τοῦ Ἅιδου οἰκίαν.

Θρασύμαχος: οἴμοι. νεκροὺς γὰρ εἰς τὴν τοῦ Ἅιδου οἰκίαν κομίζουσιν. ἐγὼ δὲ οὐκ εἰμι νεκρός, μὴ οὖν κόμιζέ με εἰς Ἅιδου.

Ἑρμῆς: ὦ Θρασύμαχε, ἔνδυε τὰ ἱμάτια. ὁ γὰρ Ζεὺς κελεύει. λέγει γάρ μοι, “κόμιζε τὸν Θρασύμαχον εἰς Ἅιδου καὶ δίδασκέ τὸ παιδίον περὶ τῶν νεκρῶν καὶ περὶ τῆς τοῦ Ἅιδου οἰκίας.”

(παρέχει τῷ παιδίῳ τὰ ἱμάτια.)

Θρασύμαχος: κόμιζέ με οὖν καὶ δίδασκέ με περὶ τῶν νεκρῶν καὶ τῆς τοῦ Ἅιδου οἰκίας. ἐνδύω γὰρ τὰ ἱμάτια.

(ἐνδύει οὖν τὰ ἱμάτια.)

(ἀστραπὴν βλέπουσι καὶ βροντὴν ἀκούουσιν. καταβαίνουσιν.)

 

B. ὁ Χάρων

Θρασύμαχος: (ποταμὸν βλέπει.) οἴμοι. θάλατταν βλέπω.

Ἑρμῆς: οὐχί. θάλαττα μὲν οὐκ ἐστιν, ποταμός δέ.

Θρασύμαχος: ποταμὸν οὖν βλέπω. ἀλλὰ δεινός ἐστιν ὁ ποταμὸς καὶ δεινὸν ποταμὸν βλέπω.

Χάρων: (ἐρέττει.) ὦ ὄποπ, ὦ ὄποπ, ὦ ὄποπ.

Θρασύμαχος: δεινὴ καὶ μιαρά ἐστιν ἡ φωνή. δεινήν τε μιαρὰν φωνὴν ἀκούω. τίς οὖν λέγει; τίς ἐστιν; δίδασκέ με.

Ἑρμῆς: ὁ Χάρων ἐστίν. ὁ Χάρων λέγει.

Θρασύμαχος καὶ Ἑρμῆς: καὶ τίς ἐστιν ὁ Χάρων;

Ἑρμῆς: ὁ Χάρων τῷ πλοίῳ φέρει τοὺς νεκροὺς εἰς Ἅιδου.

Θρασύμαχος καὶ Ἑρμῆς: χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων, χαῖρ’, ὦ Χάρων.

Χάρων: (μιαρᾷ τῇ φωνῇ λέγει.) τίς δεῦρο ἥκει;

Ἑρμῆς: ἐγώ τε καὶ ὁ Θρασύμαχος καταβαίνομεν εἰς Ἅιδου. διδάσκω γὰρ τὸ παιδίον περὶ τῶν νεκρῶν.

Χάρων: καταβαίνετε οὖν. ἀλλὰ παρέχετέ μοι τοὺς ὀβολούς.

Θρασύμαχος: ὀβολοὺς λέγεις;

Χάρων: ὀβολοὺς λέγω.

Ἑρμῆς: ὀβολοὺς λέγει. ὁ γὰρ νεκρὸς ἀεὶ ὀβολὸν ἔχει.

Θρασύμαχος: ἀλλὰ διὰ τί ὁ νεκρὸς ἀεὶ ὀβολὸν ἔχει;

Χάρων: ὁ δὲ νεκρὸς ἀεὶ παρέχει ἐμοί.

Θρασύμαχος: ἐγὼ δὲ ὀβολὸν οὐ παρέχω.

Χάρων: ἀλλὰ διὰ τί οὐ παρέχεις;

Θρασύμαχος: διότι οὐκ ἔχω.

Χάρων: οἴμοι, τί λέγεις; ὀβολὸν οὐκ ἔχεις; ἀλλὰ βλέπετε τὸ πλοῖον. σαθρὸν γάρ ἐστιν. σαθρὸς μὲν ὁ ἱστός, σαθρὰ δὲ τὰ ἱστία. καὶ σαθραῖς ταῖς κώπαις ἐρέττω. παρέχετε οὖν μοι καλόν τε πλοῖον καὶ καλὸν ἱστὸν καὶ καλὰς κώπας καὶ καλὰ ἱστία καὶ καλοὺς….

Ἑρμῆς: μὴ λέγε, ἀλλὰ τῷ πλοίῳ φέρε ἡμᾶς εἰς Ἅιδου. ὁ γὰρ Ζεὺς κελεύει.

Χάρων: ἀλλ’ ἀεὶ κελεύει ὁ Ζεύς. εἰσβαίνετε οὖν.

Ἑρμῆς καὶ Θρασύμαχος: (εἰσβαίνουσιν.) εἰσβαίνομεν.

Χάρων: ἀλλὰ μὴ καταδύετε τὸ πλοῖον.

(ταῖς οὖν κώπαις ἐρέττει καὶ τό τε παιδίον καὶ τὸν θεὸν φέρει εἰς Ἅιδου.)

Χάρων: ὦ ὄποπ, ὦ ὄποπ, ὦ ὄπ… ὄπ… ὄπ…