Thrasymachus XVI
XVI. οἴκοι
πάντα δὲ ταῦτ’ ἀκούσας τε καὶ ἰδὼν ἠγέρθη ὁ Θρασύμαχος. καὶ, ἰδού, ἐγγὺς τῆς κλίνης ἦσαν ἥ τε μήτηρ καὶ ὁ πατήρ. καὶ ἡ μήτηρ, ἰδοῦσα αὐτὸν ἐγερθέντα, “ὦ φίλε,” ἔφη, “τί ἔπαθες; καθεύδων γὰρ ἄλλοτε μὲν ἐκάλεσας, ἄλλοτε δ’ ἐσίγησας, καὶ ἄλλοτε μὲν ἔκλαυσας, ἄλλοτε δ’ ἐγέλασας.” ὁ δὲ πατήρ, “ἴσως γάρ,” ἔφη, ἄγαν ἢ ἔπιεν ἢ ἔφαγεν. σαφές γάρ ἐστιν ὅτι πολλὰ καὶ δεινὰ εἶδεν ὀνείρατα.” ὁ δὲ Θρασύμαχος ἀποκρινόμενος, “ἀλλὰ γάρ,” ἔφη, ταύτης τῆς νυκτός εἰς Ἅιδου κατέβην.” καὶ ὁ πατήρ, “φεῦ, φεῦ,” ἡ δ’ ὅς, ποῖον ὄναρ λέγεις; ὡς γὰρ ἔμοιγε δοκεῖ, τὰ ψευδή λέγεις.”
“ἀλλ’ ὦ φίλε πάτερ,” εἶπεν ὁ Θρασύμαχος, “τἀληθῆ λέγω. πολλὴ γὰρ βροντὴ ἐγένετο καὶ πολλὴ ἀστραπή. μετὰ δὲ ταῦτα ὁ Ἑρμῆς φανεὶς ἤγαγέ μ’ ἐκεῖσε. ἐνταῦθα δὲ τῷ Χάρωνι ἀπήντησα, ὃς εὐγενὴς ὧν ἐν τῷ πλοίῳ ἤνεγκέ με διὰ τοῦ ποταμοῦ καίπερ ὀβολὸν οὐκ ἔχοντα. τοῦτο δὲ τὸ πλοῖον σαθρὸν μὲν ἦν, κατεδύσατο δ’ οὔ. ἀσφαλεῖς οὖν ἐπλεύσαμεν πρὸς τὰς τῶν ὀλβίων νήσους, ἐν αἷς πολλοὺς εἶδον ἥρωας, τόν θ’ Ἕκτορα, ὃν ἐθαύμασα πολύ, καὶ τὸν Ἀγαμέμνονα, ὅνπερ οὐκ ἐφίλουν οὐδαμῶς, καὶ τὸν Πάριν, ὃς ἔδοξέ μοι εἶναι ὑπέρφρων δή.
καὶ δὴ καὶ ἐνταῦθα πόλλ’ ἤκουσα περὶ τῶν πόνων τῶν τοῦ Ἰάσονος καὶ περὶ τῆς ἀλοιφῆς, ᾗπερ ἠλείψατο. αὕτη δ’ ἡ ἀλοιφή ὑπὸ τῆς Μηδείας ἐποιήθη, ἣν ἔγημεν ὁ Ἰάσων σπείρας τοὺς τοῦ δράκοντος ὀδόντας. μετὰ δὲ ταῦτ’ εἰσῆλθον εἰς τὸν Τάρταρον, ὃς πολὺ ἀπεῖχεν. καὶ ἐκεῖ εἶδον τοὺς κακὰ πάσχοντας. μυρίοι γὰρ ἦσαν καὶ πολλὰ πολλάκις ἠδίκησαν.
ὁ γὰρ Ζεὺς κατεδίκασεν αὐτῶν καὶ ἔτι καὶ νῦν δίκας λαμβάνει παρ᾿ αὐτῶν. καὶ εἶδον τάς τε Δαναΐδας μέγαν κρατήρα ὕδατος πληροῦν μάτην πειρωμένας, καὶ τὸν Τάνταλον ἐν λίμνῃ τινὶ μικρᾷ ὄντα, ὃς δικαίως ἔπασχεν ἃ ἔπασχεν. τῷ δὲ Σισύφῳ εὐγενεῖ ὄντι ἐπειράθην βοηθεῖν ἀλλὰ μάτην. ὁ γὰρ λίθος, ὃν ἀεὶ ἀνὰ λόφον τινὰ ἀνεώθει, ἀεὶ ἔφθανεν αὐτὸν εἰς τὸ πεδίον καταπεσών.
μετὰ δὲ ταῦτα κατῆλθεν ὁ Ἡρακλῆς τὸν ἑνδέκατον πόνον πονῶν. ἠθέλησε γὰρ εὑρεῖν τοὺς τῶν Ἑσπερίδων κήπους. ἐγὼ οὖν ἐκεῖσ’ ἑσπόμην αὐτῷ καὶ εὑρόντες τὸν Ἄτλαντα καὶ ἐξαπατήσαντες ἐλάβομεν τὰ χρυσᾶ μῆλα. τέλος δ’ ἀνεχώρησα ὡς ὑμᾶς καὶ ἰδού πάρειμ’ ἐγὼ ἀσφαλής.”
ταῦτα δ’ ἀκούσας ὁ πατήρ, “φεῦ φεῦ,” ἦ δ’ ὅς, “θεῖός σοι ἐνύπνιον ἦλθεν ὄνειρος, ὥσπερ λέγει ὁ ποιητής.” ὁ δὲ Θρασύμαχος ἐρωτῶν, “ἀλλὰ τίς,” ἦ δ’ ὅς, “ἦν ὅδε ὁ ποιητής;” ἡ δὲ μήτηρ, “ἀλλὰ σίγησον,” ἦ δ’ ἥ, “ἀεὶ γὰρ ἄγαν ἐρωτᾷς. νῦν δὲ ταχέως αὖθις κάθευδε. εἰ δὲ μή, ἀσθενὴς γενήσῃ. ἴσως γὰρ αὔριον ἐν καιρῷ μαθήσῃ ὅστις ἦν ὁ ποιητής.”