Thrasymachus XVIII
XVIII. ἡ Ναυσικάα α΄
ὁ μὲν οὖν Θρασύμαχος σιγᾷ, ὡς πάντα δὴ μαθησόμενος, ὁ δ’ Ὅμηρος τόδε τὸ ἔπος ᾄδει ἵνα διδάσκῃ αὐτόν.
ἦν ποτὲ τῷ Ἀλκινόῳ, τῷ τῆς Φαιακίας βασιλεῖ, θυγάτηρ τις καλλίστη, Ναυσικάα ὀνόματι. ἡ δὲ τηλικαύτη ἦν ὥστ’ ἤδη γαμεῖσθαι ἐθέλειν. βουλομένη δέ ποτε λούειν τὰ ἱμάτια, τῷ πατρί, “ὦ πάππα φίλε,” ἔφη, “πόλλ’ ἐστὶν ἐν τῇ οἰκίᾳ ἱμάτια ἃ δεῖ λούεσθαι. ἆρ’ οὖν ἔξεστί μοί τε καὶ ταῖς ἀμφιπόλοις φέρειν αὐτὰ πρὸς τὸν αἰγιαλὸν ἵνα λούσωμεν; κέλευσον οὖν τοὺς δούλους παρασκευάζειν μοι ἅμαξάν τε καὶ τέτταρας ἡμιόνους ἵν’ ἴωμεν πρὸς τὸν αἰγιαλόν. ἐγὼ γὰρ ταῖς ἀμφιπόλοις ἀκολουθήσω ὡς τὰ ἱμάτια λούσουσα.”
ταῦτα δ’ εἰποῦσα – αἰδοιοτέρα γὰρ ἦν ἡ παρθένος ἢ ὥστε περὶ τοῦ γαμεῖσθαι τῷ πατρὶ διαλέγεσθαι – ῥᾳδίως ἔπεισεν αὐτόν. κελεύει οὖν τοὺς δούλους ἅμαξάν θ’ ὑψηλὴν καὶ τέτταρας ἡμιόνους παρασκευάζειν ἵν᾿ ἡ θυγάτηρ φέρῃ τὰ ἱμάτια πρὸς τὸν αἰγιαλόν.
ἡ μὲν οὖν Ναυσικάα αὐτὴ ἔνειμε τὰς ἡνίας ἵν’ ἐλαύνοι τοὺς ἡμιόνους, αἱ δ’ ἀμφίπολοι παρὰ τοῖς ἡμιόνοις ἔδραμον ἵν᾿ ἕποιντο αὐτῇ. καὶ οὕτω ταχέως ἔδραμον οἱ θ’ ἡμίονοι καὶ αἱ ἀμφίπολοι ὥστ’ οὐ διὰ πολλοῦ ἀφίκοντο πρὸς τὸν αἰγιαλόν, ὅπου ποταμός τις μέγας εἰς τὴν θάλατταν ἔρρει. ἀφικόμεναι οὖν ἡ τε Ναυσικάα καὶ αἱ ἀμφίπολοι πρῶτον μὲν ἔλουσαν τὰ ἱμάτια, ἔπειτα δὲ πάντα λούσασαι ἔτειναν ἐπὶ λίθων τινῶν ἐγγὺς τοῦ ποταμοῦ ἵνα τῷ ἡλίῳ θάλποιτο.
ταῦτα δὲ ποιήσασαι γλυκύν τ’ οἶνον ἔπιον καὶ σιτία ἔφαγον, ἃ ἡ μήτηρ παρέσχε τῇ θυγατρὶ ὅπως μηδεμία τῶν παρθένων πεινῴη μηδὲ διψῴη. μετὰ δὲ ταῦτα ἄλις πιοῦσαί τε καὶ φαγοῦσαι πρὸς τὴν θάλατταν κατῆλθον ἵνα τέρποιντο σφαῖραν ἄλλη πρὸς ἄλλην βάλλουσαι. τέλος δ’ οὕτω κακῶς ἔβαλέ τις τῶν ἀμφιπόλων τὴν σφαῖραν ὥστ’ εἰς τὴν θάλατταν εἰσέπεσεν. αἱ δ’ ἀμφίπολοι, ὡς φιλοῦσι δὴ αἱ παρθένοι, ὀξὺ βοῶσαι οὐδὲν ἄλλο ἢ ἀπέβλεπον τὴν σφαῖραν ἔνθα καὶ ἔνθα τοῖς κύμασι βαλλομένην.
ἐξαίφνης δ’ ἔτι ὀξύτερον ἐβόησαν· ἄνδρα γὰρ εἶδον προσιόντα μέγαν τ’ ὄντα καὶ μόνον οὐ γυμνόν. καὶ τοῦτον ἰδοῦσαι αἱ μὲν ἀμφίπολοι αἰδοῖαι οὖσαι καὶ ὀξύτατα βοῶσαι ὡς τάχιστα ἀποτρέχουσιν ἵνα μὴ ληφθῶσιν ὑπὸ τούτου τοῦ ἀνδρός. ἡ δὲ Ναυσικάα μόνη οὖσα – ἔφθασαν γὰρ αὐτὴν αἱ ἄλλαι ἀποδραμοῦσαι – ἀνδρείως δὴ παρὰ τῷ ποταμῷ μένει ἵνα τῷ ξένῳ καίπερ δεινῷ δὴ φαινομένῳ ἀπαντᾷ.