'

Thrasymachus XI

XI. αἱ Δαναΐδες

Θρασύμαχος: τίνας νῦν βλέψω, Αἰακέ; περὶ τίνος ἔσται μῦθος;

Αἰακός: τὰς Δαναΐδας βλέψεις, παῖ· περὶ τούτων γὰρ ἔσται μῦθος.

Θρασύμαχος: εὖγε· τοῦτον γὰρ τὸν μῦθον μᾶλλον φιλήσω τοὺς ἄλλους. ἆρα μὴ ἐν ταῖς τῶν ὀλβίων νήσοις βλέψομεν αὐτάς; ἆρα μὴ δίκαιαι ἦσαν;

Αἰακός: οὐδαμῶς, παῖ. ἐνταῦθα γὰρ οὐκ ἀπαντήσεις αὐταῖς οὐδέποτε. πονηραὶ γὰρ ἦσαν καὶ οὐ προσήκει τοῖς πονηροῖς ἐνταῦθοἰκεῖν. οὖν Ζεὺς δίκαιος ὢν ἔπεμψεν αὐτὰς εἰς τὸν Τάρταρον.

Θρασύμαχος: ἀλλὰ διὰ τί πονηραὶ ἦσαν; ἆρα κλέπται ἦσαν; τί οὖν ἔκλεψαν;

Αἰακός: ἀλλὕστερον περὶ τούτου ἀκούσῃ. πρότερον γὰρ χρὴ ἡμᾶς ἐκεῖσε καταβαίνειν.

Θρασύμαχος: ἐκεῖσε οὖν καταβησόμεθα.

(καταβαίνουσιν οὖν τΑἰακὸς και Θρασύμαχος καὶ μακρὰν δὴ ὁδὸν βαίνοντες ἀφικνοῦνται εἰς τὸν Τάρταρον.)

Θρασύμαχος: φεῦ τῶν σκελῶν· φεῦ τῆς ὁδοῦ. μακρὰ δὴ ἦν ὁδὸς καὶ χαλεπή. τίνων δὲ ἠκούσαμεν καταβαίνοντες; ἆρα βοῶν τινῶν ἤκουσα;

Αἰακός: οὐχί. ἀλλὰ τῶν πονηρῶν λυπουμένων ἤκουσας. ἐνταῦθα γὰρ Πλούτων δίκην λαμβάνει τῶν ἀδικημάτων. ἀλλὰ σίγα, παῖ· ἤδη γὰρ ἀφικνούμεθα πρὸς τὰς Δαναΐδας, αἵ δακρύουσιν ἀναμιμνησκόμεναι τῶν ἀδικημάτων ἠδίκησαν, καὶ διὀλίγου ὄψῃ αὐτάς.

(καὶ προσέρχονται αἱ Δαναΐδες τρέχουσαι, αἵ εἰσβάλλουσιν ὕδωρ εἰς μικρόν τινα κρατήρα.)

Θρασύμαχος: ἀλλὰ διὰ τί, Αἰακέ, εἰσβάλλουσιν αἱ Δαναΐδες ὕδωρ εἰς ἐκεῖνον τὸν κρατήρα; ἆρα λούσουσι τὰ ἱμάτια; ἆρα μὴ λούσονται;

Αἰακός: σίγα, μωρότατε· σιγῶν γὰρ ἀκούσῃ αὐτῶν διαλεγομένων.

Θρασύμαχος: ἐκέλευσάς με σιγῶντα ἀκούειν. σιγήσομαι οὖν καὶ ἀκούσομαι αὐτῶν τὸν μῦθον λεγουσῶν.

Δαναΐς πρώτη: (ἐξ ἀριστερᾶς τοῦ κρατῆρος) φεῦ τοῦ πόνου· ὡς κάμνω πονοῦσα. οὐδέποτε αὖθις οὕτω πονήσω.

Δαναΐς δευτέρα: (καὶ αὐτὴ ἐξ ἀριστερᾶς τοῦ κρατῆρος) φεῦ τοῦ κρατῆρος τούτου· ἀεὶ μάτην πονοῦμεν· ἀεὶ μάτην πονήσομεν.

Δαναΐς τρίτη: (ἐκ δεξιᾶς τοῦ κρατῆρος) οὐ δικαίως, ὡς ἔμοιγε δοκεῖ, ἐτιμήσαμεν τὸν πατέρα.

Δαναΐς τετάρτη: (καὶ αὐτὴ ἐκ δεξιᾶς τοῦ κρατῆρος) οὐδέποτε αὖθις τὸν πατέρα τιμήσω.

Δαναΐς πέμπτη: (ἐγγὺς τοῦ κρατῆρος) γὰρ πατὴρ κακὰ δὴ ἐκέλευσεν ἡμᾶς ποιεῖν. φεῦ τοῦ ἀδικήματος.

Θρασύμαχος: ἀλλὰ τί ἐποίησαν αὗται αἱ πονηραί; τί ἠδίκησαν; τί ἐκέλευσεν πατήρ;

Αἰακός: ὕβρισαν δὴ ποιοῦσαι ἐκέλευσεν πατήρ. τὰς γὰρ κεφαλὰς τὰς τῶν ἀνδρῶν τῆς νυκτός ἀπέκοψαν.

Θρασύμαχος: φεῦ, φεῦ. ἆρα μὴ ἀπεστέρησαν τοὺς ἄνδρας τῶν κεφαλῶν;

Αἰακός : πῶς γὰρ οὔ; ἀπεστέρησαν δή. ἀνδρεῖαι γὰρ οὖσαι οὐδὲν ἄλλο ἐποίησαν ἅπερ ἐκέλευσεν πατήρ.

Θρασύμαχος: φεῦ τοῦ ἀδικήματος· οὐ γὰρ πρέπει ταῖς θυγατράσιν οὐδέποτε πείθεσθαι τῷ πατρὶ οὕτω κελεύοντι. δικαίως οὖν, ὡς ἔμοιγε φαίνεται, ἐνταῦθα πονοῦσι πληροῦσαι τὸν κρατῆρα. ἀλλὰ διὰ τί ἀεὶ εἰσβάλλουσιν ὕδωρ εἰς τὸν κρατῆρα τοῦτον;

Αἰακός: διότι τὸ ὕδωρ ἀεὶ πάλιν ἐκρεῖ ἐκ τοῦ κρατῆρος. γὰρ Πλούτων, ἐπεὶ κατεδίκασεν αὐτῶν, ἐκέλευσεν αὐτὰς ὕδατος πληροῦν τὸν κρατῆρα εἰσαεί.

Θρασύμαχος: διὰ τί οὖν τὸ ὕδωρ ἀεὶ πάλιν ἐκρεῖ;

Αἰακός: διότι τὸ ὕδωρ οὐ μένει ἐν τῷ κρατῆρι. ἆροὐκ ἔβλεψας τοῦτο τὸ ὕδωρ ἔκρεον ἐκ τοῦ κρατῆρος;
Θρασύμαχος: ἀλλὰ διὰ τί οὐ ζητήσουσιν ἄλλον τινὰ κρατῆρα;

Αἰακός: διότι οὐκ ἔξεσται αὐταῖς τοῦτο ποιεῖν. οὐ γὰρ ἅλις χρόνου ἕξουσιν.

Θρασύμαχος: πόσον οὖν χρόνον ἐνταῦθοἰκήσουσιν;

Αἰακός: εἰσαεί.

Θρασύμαχος: διὰ τί οὖν οὐχ ἅλις χρόνου ἕξουσιν;

Αἰακός: διὰ τί σὺ ἀεὶ τοιαῦτα ἐρωτήσεις;

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus XI