'

Thrasymachus XIX

XIX. Ναυσικάα β΄

δ’ ἀνὴρ ὀλίγον μὲν χρόνον σιγᾷ ἕως ἂν πᾶσαι αἱ ἀμφίπολοι ἀπὸ τοῦ αἰγιαλοῦ ἀποφύγωσιν, ἔπειτα δὲ τῇ Ναυσικάᾳ, “πότερον,” φησί, “θεὸς εἰ ἄνθρωπος; ὀλβιώτατοι γάρ εἰσιν τε πατήρ σου καὶ μήτηρ. οὕτω γὰρ καλὴ εἶ ὥστε φαίνῃ ἐμοὶ ὁμοία τῇ Ἀρτέμιδι. ἀλλ’ εἴτε θεὸς εἶ εἴτε ἄνθρωπος, οἴκτειρέ με, αἰτοῦμαί σ’, δέσποινα, ὃς ἄρτι ἐκ τῶν κυμάτων ἐσώθην. κατεδύσατο γὰρ ναῦς καὶ οἱ ἑταῖροι πάντες εἰς Ἅιδου κατεπέμφθησαν ὑπὸ τοῦ Ποσειδῶνος. αὐτὸς δὲ σωθεὶς ἔτι καὶ νῦν φοβοῦμαι περὶ τοῦ βίου, ὥσπερ φοβοῦνται πάντες ὅταν ἐν γῇ ἀλλοτρίᾳ ἐκ κυμάτων σωθῶσιν. ἐὰν δέ μοι βοηθῇς, οἱ θεοὶ παρασχήσουσί σοι πάνθ’ ἅπερ ἂν ἐθέλῃς ἔχειν, ἄνδρα τε καὶ οἰκίαν καὶ πλοῦτον.”

ταῦτα μὲν εἶπεν ἀνήρ, δὲ Ναυσικάα ἐκάλεσε τὰς ἀμφιπόλους καί, “ σχέτλιαι,” ἔφη, “πρότερον γὰρ ἀεὶ μὲν ἐποιεῖτε ἅπερ κελεύσαιμι, οὐδέποτε δ’ ἐποιεῖτε μὴ κελεύσαιμι· νῦν δὲ ἀποδραμοῦσαι μόνην κατελίπετέ με καὶ τόνδε τὸν ἄνδρα ἰδοῦσαι ἀπεφύγετε. ἀλλὰ μὴ φοβεῖσθε· οὐδεὶς γὰρ πολέμιος πρὸς τὴν Φαιακίαν προσεχώρησεν οὐδέποτε, οὐδοὗτος ἀνὴρ φαίνεταί μοι εἶναι κακός. μὴ οὖν φοβώμεθα ἀλλὰ παρασχῶμεν αὐτῷ ἱμάτιά τε καὶ σιτία καὶ γλυκὺν οἶνον. οὗτος γὰρ, καίπερ ἀβλαβής ὤν, οὔτε φίλους ἔχει οὔτε χρήματα. ἀλλὰ πρὸς Διός εἰσι πάντες οἵ τε ξένοι καὶ οἱ πτωχοί.” ταῦτοὖν ἀκούσασαι πᾶσαι αἱ ἀμφίπολοι, αἱ μηκέτι φοβηθεῖεν, ᾤκτειραν αὐτὸν καὶ παρεῖχον αὐτῷ ἱμάτιά τε καὶ σιτία καὶ γλυκὺν οἶνον καὶ πάνθ’ ἐθελήσειεν.

ἐπειδὴ δ ἀνὴρ ἄλις ἔφαγέ τε καὶ ἔπιεν, ἀνέβησαν πάντες ἀπὸ τοῦ αἰγιαλοῦ πρὸς τὴν πόλιν, οὐ πολὺ ἀπεῖχεν. καὶ αἱ μὲν παρθένοι πόλλἀλλήλαις διελέγοντο τρέχουσαι, δ’ ἀνὴρ ἐσίγα τε καὶ ἐθαύμαζε πάνθ’ ὁρῴη. ἐπεὶ δἐγγὺς ἐγένοντο τῆς πόλεως, Ναυσικάα, “ ξένε,” δ’ ἤ, “μόνον οὐκ ἀφικόμεθα πρὸς τὴν πόλιν. ἡμεῖς μὲν οὖν, ἐγώ τε καὶ αἱ ἀμφίπολοι, εὐθὺς οἴκαδε προσίωμεν, σὺ δὲ διὀλίγου ἕπου ἡμῖν μόνος. ἐὰν γὰρ μετ᾿ ἐμοῦ βαδίζῃς, τί οὐκ ἐροῦσιν οἱ πολίται; “

ταῦτοὖν εἰποῦσα μὲν Ναυσικάα ταχέως πως ἤλασε τοὺς ἡμιόνους πρὸς τὴν πόλιν ὅπως μὴ μετ᾿ ἀνδρὸς ξένου ὄντος βαίνουσα ὀφθείη, δ’ ἀνὴρ ἐκτὸς τῆς πόλεως ἔμεινε σιγῶν ἕως μηκέτ’ ἐξείη αὐτῷ τὰς παρθένους ἰδεῖν μηδὲ τῶν ἡμιόνων τρεχόντων ἀκούειν.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus XIX