'

Thrasymachus IV

IV ἡ τοῦ κακοῦ ἀρχή

(ἐν τῷ οὐρανῷ. σῖτός ἐστιν ἐπὶ τραπέζης καὶ καθίζονται αἱ θεοὶ ἐπὶ ἀργυρῶν θρόνων παρὰ τῇ τραπέζῃ καὶ δειπνοῦσιν. ἀλλ’ ὁ μὲν Ζεὺς καθεύδει, αἱ δὲ θεοὶ δεινῶς ἐρίζουσιν.)

Ἥρα: ὡς λευκόν ἐστι τὸ ἱμάτιον τὸ ἐμόν.

Ἀφροδίτη: λευκότερον δὲ τὸ ἐμόν.

Ἀθηνᾶ: λευκότατον δ’ ἐστὶ τὸ ἐμόν.

Ἀφροδίτη: ἐγὼ δὲ πλουσία εἰμί.

Ἀθηνᾶ: ἐγὼ δὲ πλουσιωτέρα εἰμὶ ἢ ἡ Ἀφροδίτη.

Ἥρα: ἐγὼ δ’ εἰμὶ πλουσιωτάτη τῶν θεῶν.

Ἀθηνᾶ: (ὑπέρφρων γίγνεται.) ἐγὼ δ’ ἐν ὑψηλῷ θρόνῳ καθίζομαι.

Ἥρα: (ὑπερφρονεστέρα γίγνεται.) πῶς γὰρ οὔ; ἀλλ’ ἐγὼ ἐν ὑψηλοτέρῳ.

Ἀφροδίτη: (ὑπερφρονεστάτη γίγνεται.) ἐγὼ δ’ ἐν ὑψηλοτάτῳ.

Ἀθηνᾶ: (ὑπερφρόνως λέγει.) ἐγὼ δ’ εἰμὶ καλή.

Ἥρα: (ὑπερφρονέστερον λέγει.) ἐγὼ δ’ εἰμὶ καλλίων τῆς Ἀθήνης.

Ἀφροδίτη: (ὑπερφρονέστατα λέγει.) ἐγὼ δ’ εἰμὶ καλλίστη τῶν θεῶν.

(δεινότατα οὖν ἐρίζουσιν αἱ θεοὶ καὶ μόνον οὐ μάχονται. ἐγείρουσι δὲ τὸν Δία.)

Ζεύς: μὴ μάχεσθε, ὦ θεοί. μὴ οὕτως βοᾶτε. καθίζεσθε οὖν. ἐγείρετε γὰρ ἐμέ.

Ἀφροδίτη: (γελᾷ.) ἀλλ’ ἐγὼ μὲν οὐκ ἐρίζω, ὦ Ζεῦ, ἡ δ’ Ἥρα καὶ ἡ Ἀθηνᾶ. ἄγριαι γάρ εἰσι καὶ ἀεὶ ἐρίζουσιν.

Ἀθηνᾶ: ἀλλ’ οὐκ ἐρίζομεν, ὦ Ζεῦ. φιλοῦμεν γὰρ ἀλλήλας.

Ζεύς: τί οὖν ποιεῖτε;

Ἀθηνᾶ: οὐδὲν ἄλλο ἢ σωφρόνως διαλεγόμεθα.

Ζεύς: σωφρονέστερον οὖν διαλέγεσθε μηδὲ μάχεσθε.

(ἐπεὶ οὖν ὁ Ζεὺς κελεύει, αἱ μὲν θεοὶ αὖθις σωφρονέστατα διαλέγονται, ὁ δὲ Ζεὺς αὖθις καθεύδει. ἡ δ’ ῎Ερις, ἐπεὶ ἄπεστιν ἀπὸ τοῦ δείπνου, δεινὸν ποιεῖται. καὶ δὴ καὶ ἐπεὶ οὐδεὶς φυλάττει τὴν θύραν, εἰσβαίνει καὶ βάλλει μῆλόν τι χρυσοῦν εἰς τὸ μέσον. ἔπειτα δὲ δεινῶς γελᾷ καὶ ἀποφεύγει. ὁ δὲ Γανυμήδης αἱρεῖ τὸ μῆλον καὶ ἀναγιγνώσκει. . . .)

Γανυμήδης: “τῇ καλλίστῃ.”

αἱ θεοί: (δεινότατα δὴ βοῶσιν ἅμα.) ἐμόν ἐστι τὸ μῆλον· ἐγὼ γάρ εἰμι καλλίστη.

(ἐπιτρέχουσιν οὖν αἱ θεοὶ ἐπ᾿ ἀλλήλας καὶ ἀγριώτατα δὴ μάχονται.)

Ζεύς: (δεινότατα ποιεῖται.) ἆρ’ αὖθις μάχεσθε, ὦ κάκισται; ἆρ’ αὖθις βοᾶτε; τίς ἄρχεται τῆς μάχης;

Ἀθηνᾶ: (ἀγρίως ἀποκρίνεται.) ἀλλ’ ἡ Ἀφροδίτη ἕλκει μοι τὰς τρίχας ἐκ τῆς κεφαλῆς.

Ζεύς: (ἀγριώτερον έρωτᾷ.) σὺ δέ, ὦ Ἥρα, τί ἐθέλεις; τί ποιεῖς; διὰ τί λαμβάνῃ τοῦ τῆς Ἀφροδίτης ὠτός;

Ἥρα: (ἀγριώτατα ἀποκρίνεται.) διότι ἡ Ἀφροδίτη λαμβάνει τὸ χρυσοῦν μῆλον.

Ζεύς: φεῦ τῆς μάχης· φεῦ τῶν γυναικῶν. τίς αἱρεῖται τὴν καλλίστην;

Ἥρα: σὺ δὲ αἱροῦ, ὦ Ζεῦ· σωφρονέστατος γὰρ εἰ.

Ζεύς: οὐδαμῶς.

Γανυμήδης: ὁ δὲ Πάρις σωφρόνως αἱρεῖται. σωφρονέστατος γάρ ἐστι τῶν ἀνθρώπων. οὐδεὶς γάρ ἐστι σωφρονέστερος ἢ ὁ Πάρις.

Ἀφροδίτη: ἀλλὰ τίς ἐστιν ὁ Πάρις; ποῦ οἰκεῖ;

Γανυμήδης: ποιμήν ἐστι καὶ τὰ πρόβατα νέμει ἐν τῇ Φρυγίᾳ.

Ζεύς: καλῶς λέγεις. καταβαίνετε οὖν, ὦ θεοί, ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν Φρυγίαν.

(αἱ μὲν οὖν θεοὶ καταβαίνουσι πρὸς τὴν Φρυγίαν, ὁ δὲ Ζεὺς αὖθις καθεύδει ἐν τῷ οὐρανῷ.)