'

Thrasymachus XXI

XXI. Ὀδυσσεύς

τῇ δὑστεραίᾳ ἐπανῆλθον οἱ Φαίακες πρὸς τὴν τοῦ Ἀλκινόου οἰκίαν· ἐπανελθόντες δαὖθις ἐδείπνησαν. ἐπειδὴ δὲ πάντες ἅλις σιτίων τἔφαγον καὶ οἴνου ἔπιον, ἀοιδός τις, Δημόδοκος ὀνόματι, τὴν λύραν ἦρεν ὡς ἔπος τι ἀσόμενος. μὲν οὖν Ἀλκίνοος ἠρώτησεν αὐτὸν περὶ τίνος ᾄσεται, δὲ Δημόδοκος ἀπεκρίνατο ὅτι περὶ τοῦ ἵππου τοῦ ξυλίνου ᾄσεται. τοῦτο οὖν ἀκούσαντες εὐθύς ἐσίγων ἅπαντες. τοσαύτῃ γάρ τέχνῃ ᾖδεν Δημόδοκος ὥστε ἀσμένους δὴ πάντας ἀκούειν τι λέξει.

ἐξηγήσατοὖν ἀοιδὸς ὅτι ἐπειδὴ δέκα ἤδη ἔτη ἐπολιορκεῖτο Τροία, ξύλινόν τινα ἵππον ᾠκοδόμησαν οἱ Ἕλληνες μέγιστον. οἰκοδομήσαντες δέ, οἱ μὲν εἰς τὸν ἵππον τὸν ξύλινον εἰσέβησαν, οἱ δὲ εἰς τὰς ναῦς εἰσβάντες ἀπῆλθον ἀπὸ τῆς πόλεως ὡς δὴ οἴκαδἐπανιόντες. μετὰ δὲ ταῦτα ἔφη Δημόδοκος τοὺς μὲν Τρῶας οὐ μόνον ἥδεσθαι ὅτι οὐκέτι πολιορκεῖται πόλις ἀλλὰ καὶ ἑλκύσαι τὸν ἵππον τὸν ξύλινον εἰς τὴν πόλιν, τοὺς δἝλληννας ἐκ τοῦ ἵππου ἐκβάντας καὶ τὰς πύλας τοῖς φίλοις ἀνοίξαντας ῥᾳδίως λαβεῖν τὴν Τροίαν.

ἀκούοντες οὖν τοῦ ἀοιδοῦ τοσαύτῃ τέχνῃ ἄδοντος, οἱ μὲν ἄλλοι ὡς μάλιστα ἤσθησαν, δὲ ξένος ἔκλαιε δὴ καὶ τῇ χλαίνῃ ἐκάλυπτε τὸ πρόσωπον ἵνοἱ ἄλλοι μὴ ἴδοιεν αὐτὸν κλαίοντα. ἀλλοὐκ ἔλαθε τὸν Ἀλκίνοον κλαίων. γὰρ βασιλεὺς αἰσθόμενος αὐτοῦ κλαίοντος ἤρετο διὰ τί ἥδεται μὲν οὔ, δακρύει δέ, καὶ πότερον στερηθεὶς τοκέως ἤτ᾿ ἀδελφοῦ ἤθἑταίρου τινός, ὅς ἐπὶ τῶν τῆς Τροίας πεδίων ἀπέθανε, τούτου ἕνεκα κλαίει. καὶ δὴ καὶ ἐκέλευσεν αὐτὸν μὴ κάλυψαι τὸ πρόσωπον τῇ χλαίνῃ, ἀλλὰ λέγειν τί ἐστιν αὐτῷ τὸ ὄνομα ἵνα μαθῶσιν ἅπαντες τίς ἐστι, καὶ μαθόντες ἔτι πλέον ὠφελῶσιν αὐτόν. ἀπεκρίνατο δ ξένος λέγων ὅτι οὔτε τοκέως οὔτἀδελφοῦ οὔθἑταίρου τινός στερηθείς τούτου ἕνεκα κλαίει, ἀλλὰ καὶ αὐτὸς παρῆν ἐν τῷ ἵππῳ τῷ ξυλίνῳ· καὶ ἐπειδὴ ἀοιδὸς ἄρτι περὶ τοῦ ἵππου ἔλεγεν, οὐχ οἷός τἦν οὐκέτι κατέχειν τὰ δάκρυα.

οὕτως οὖν οὐκ ἔλαθεν οὐκέτι τὸν Ἀλκίνοον ἥρως ὤν, ἀλλ βασιλεὺς ἔγνω αὐτὸν ὅστις ἐστίν. καὶ, “ ξένε,” ἔφη, “γιγνώσκω σε τὸν Ὁδυσσέα ὄντα, οὐ δὴ δόξα ἀφίκετο πρὸς τὸν οὐρανόν.” “οὗτος μέν εἰμἐγώ,” δὅς ξένος, “ δὲ δόξα πάντων ἐπὶ τοῖς τῶν θεῶν γόνασι μένει.” δὲ βασιλεύς, γνοὺς τοῦτον τὸν ξένον ἥρωα δὴ εἶναι, ἠσπάσατο αὐτόν.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus XXI