'

Thrasymachus III

III. ὁ Ἕκτωρ

Αἰακός: νῦν δὲ προσχωροῦμεν, ὦ Θρασύμαχε, πρὸς τὰς τῶν ὀλβίων νήσους. ἆρ’ ὁρᾷς;

Θρασύμαχος: ὁρῶ δή. ἀλλὰ τίνες οἰκοῦσιν ἐν ταῖς νήσοις;

Αἰακός: οἱ ὄλβιοι, ὥσπερ ὁ Ἕκτωρ καὶ ὁ Ἀχιλλεύς.

Θρασύμαχος: ἆρ’ οὐ πλουσία ἐστὶν ἡ χώρα; χρυσοῦς γάρ ἐστιν ὁ ἥλιος καὶ χρυσῆ ἡ γῆ, καὶ χρυσᾶ τὰ δένδρα καὶ χρυσοῦς ὁ καρπός.

Αἰακός: καὶ δὴ καὶ ἐν ταῖς νήσοις οὐδεὶς ἀρότρῳ ἀροῖ τὴν χρυσῆν γῆν, καὶ οὐδεὶς ἀναβαίνει ἐπὶ τὰ δένδρα καὶ δρέπει τὸν χρυσοῦν καρπόν.

Θρασύμαχος: θαυμάσια δὴ λέγεις οὐδὲ πιστεύω. ἀλλὰ τίς προσχωρεῖ; ἆρα θεός τις; ἀργυρᾶν γὰρ κόρυθα ἔχει.

Αἰακός: σίγα, ὦ παῖ· ὁ γὰρ Ἕκτωρ προσχωρεῖ, καλός τε κἀγαθὸς ἀνήρ.

Ἕκτωρ: χαῖρ’, ὦ Αἰακέ· πῶς ἔχεις; τί ἐστι τὸ τοῦ παιδὸς ὄνομα;

Αἰακός: Θρασύμαχος ἐστι τὸ ὄνομα.

῞Εκτωρ: καὶ διὰ τί δεῦρο προσχωρεῖτε;

Αἰακός: διότι ὁ Ζεὺς πέμπει ἡμᾶς. δηλῶ γὰρ τῷ παιδί τὰ ἐν ταῖς τῶν ὀλβίων νήσοις. δήλου καὶ σὺ ἅμα δηλοῦμεν οὖν ἅμα. ἐρώτα, ὦ παῖ· τί ἐθέλεις;

Θρασύμαχος: δήλου μοι οὖν τί ποιεῖτε ἐν ταῖς τῶν ὀλβίων νήσοις.

Ἕκτωρ: οὐδὲν ἄλλο ποιοῦμεν ἢ δειπνοῦμεν.

Θρασύμαχος: ἀλλὰ πῶς ἐστὶν ὑμῖν τὰ σῖτα; ἆρ’ οὐκ ἀροῦτε;
Ἕκτωρ: οὐδαμῶς· οὐδεὶς γὰρ οὐδέποτε οὔτ’ ἀροῖ οὔτε δρέπει. οἱ γὰρ καρποὶ πίπτουσιν ἀπὸ τῶν δένδρων ἐπὶ τὴν τράπεζαν.

Θρασύμαχος: ἀλλ’ οὐ πιστεύω σοι.

Αἰακός: ὅρα οὖν.

(καρπός τις χρυσοῦς πίπτει ἀπὸ δένδρου τινὸς χρυσοῦ ἐπὶ τὴν τοῦ Θρασυμάχου κεφαλήν.)

Θρασύμαχος: οἴμοι· φεῦ, φεῦ.

Αἰακός: ἆρα νῦν πιστεύεις ἡμῖν, ὦ παῖ;

Θρασύμαχος: πιστεύω δὴ ὑμῖν. παθήματα μαθήματα.

(γελῶσι μὲν ὁ τ᾿ Αἰακὸς καὶ ὁ ῞Εκτωρ, δακρύει δὲ ὁ παῖς.)

Θρασύμαχος: μὴ γελᾶτέ μοι.

Ἕκτωρ: σὺ οὖν μὴ δάκρυε, ἀλλ’ ἐρώτα.

Θρασύμαχος: δηλοῦτε οὖν μοι διὰ τί χωλός ἐστιν ὁ ῞Εκτωρ.

Ἕκτωρ: δηλῶ σοι δή. ἀλγῶ γὰρ τοὺς πόδας. ὡς δεινός δή ἐστιν ὁ Ἀχιλλεύς. ἄνδρας γὰρ ἀποκτείνει καὶ κακὰ ποιεῖ τοὺς νεκρούς.

Θρασύμαχος: καὶ τίς ἐστιν ἡ τοῦ κακοῦ ἀρχή;

Ἕκτωρ: γυνή τις, Ἑλένη τὸ ὄνομα.

Αἰακός: πῶς γὰρ οὔ; γυνὴ γάρ τις ἀεί ἐστιν ἡ τοῦ κακοῦ ἀρχή.

φωνή τις: κἀγὼ πιστεύω. ἀλλ’ οὐχ ἡ Ἑλένη.

Θρασύμαχος: καὶ τί σὺ μανθάνεις περὶ τῆς ῾Ελένης;

φωνή τις: ἀλλὰ τί οὐ μανθάνω; ἐγὼ γάρ εἰμι Πάρις, ὁ τῆς ῾Ελένης ἀνήρ.

Θρασύμαχος: τίς οὖν ἐστὶν ἡ τοῦ κακοῦ ἀρχή;

Πάρις: ἄλλη τις γυνή. ὑμεῖς δὲ σιγᾶτε, κἀγὼ λέγω.

Θρασύμαχος: λέγε δὴ ἡμῖν.