'

Thrasymachus V

V. Πάρις καὶ αἱ θεοί

(αἱ μὲν αὐταὶ θεοὶ καταβαίνουσιν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν Φρυγίαν, δἙρμῆς κομίζει αὐτάς. καὶ ἐν καταβαίνουσιν, ἀλλήλαις ἐρίζουσιν.)

Ἥρα: φίλαι, ἆρὁρᾶτε ἐκεῖνον τὸν ἄνδρα; ἐν μέσοις τοῖς ἀγροῖς ἐστίν.

Ἀθηνᾶ: ἆρἀρότρῳ ἀροῖ τὴν γῆν;

Ἀφροδίτη: ἆρα δρέπει τοὺς καρπούς;

Ἥρα: οὐδαμῶς, μῶραι. ποιμὴν γάρ ἐστι καὶ ἐν ἐκείνῃ τῇ γῇ τὰ πρόβατα νέμει.

Ἀθηνᾶ: αὐτὴ μὲν ἐγὼ οὐχ ὁρῶ αὐτόν, ἴσως δ Ἀφροδίτη ὁρᾷ. ἀεὶ γὰρ εἰς ἄνδρας ἀποβλέπει.

Ἀφροδίτη: μὴ δεινὸν ποιεῖσθε, φίλαι, μηδἐρίζετε. μόνον γὰρ εἰς τὰ πρόβατα ἀποβλέπω.

Ἑρμῆς: μὴ βοᾶτε, θεοί, μηδὲ κακὰ λέγετε ἀλλήλας. οὗτος γὰρ ἀνήρ ἐστι Πάρις. καὶ ταῦτά ἐστι τὰ πρόβατα αὐτοῦ.

Ἀθηνᾶ: ἀλλὰ φιλόσοφός ἐστιν, ὡς ἔμοιγε δοκεῖ. σοφὸς γάρ ἐστι καί, ὡς φαίνεται, φιλεῖ τὴν σοφίαν.

Ἥρα: φιλόνεικος μὲν οὖν φιλεῖ γὰρ τήν τε μάχην καὶ τὰ ὅπλα καί, ὡς ἔμοιγε δοκεῖ, καλῶς μάχεται.

Ἀφροδίτη: ἁμαρτάνετε, φίλαι, οὐδὲν γὰρ ἄλλο φιλεῖ τὰς γυναῖκας, ὥσπερ οἱ ἄλλοι ἄνδρες.

(ἔπειτα δαἱ τρεῖς θεοὶ καὶ Ἑρμῆς τέταρτος αὐτὸς ἀφικνοῦνται εἰς τοὺς ἀγρούς, καὶ ἐπεὶ ἐνταῦθα ἀφικνοῦνται, Πάρις καθίζεται παρὰ τοῖς προβάτοις. δὲ ὁρᾷ αὐτὰς καὶ γιγνώσκει αὐτὰς ὅτι θεοί εἰσιν. πίπτει οὖν πρὸς τοὺς πόδας αὐτῶν.)

Ἑρμῆς: ἀλλἔπαιρε σεαυτόν, Πάρι, καὶ αἱροῦ τὴν καλλίστην τούτων τῶν θεῶν. ἀπόβλεπε οὖν εἰς τοῦτο τὸ χρυσοῦν μῆλον καὶ ἀναγίγνωσκε ταῦτα τὰ ῥήματα. τὰ γὰρ ῥήματα λέγειτοῦτό ἐστι δῶρον τῇ καλλίστῃκαὶ περὶ τούτου ἐρίζουσιν αὐται αἱ τρεῖς θεοί.

( οὖν Πάρις ἐπαίρει αὐτὸς ἑαυτόν, δἭρα ἰδίᾳ λέγει αὐτῷ.)

Ἥρα: χαῖρ’, ἄνθρωπε. πλουσιώτατα δῶρα ἔχω σοι, εἰ ἔμοιγε τὸ μῆλον παρέχεις.

Πάρις: πιστεύω σοι, Ἥρα, ἀλλὰ τίνα ἐστι τὰ δῶρα;

Ἥρα: τε πλοῦτος, καὶ δόξα.

Ἀθηνᾶ: (ἀγρίως βοᾷ.) μὴ ἰδίᾳ διαλέγου τῷ ποιμένι, Ἥρα. (ἰδίᾳ λέγει αὐτὴ αὐτῷ.) χαῖρ’, φίλε, σοφώτατον δῶρον ἔχω σοι, εἰ ἔμοιγε τὸ μῆλον παρέχεις.

Πάρις: πιστεύω σοι, Ἀθηνᾶ, ἀλλὰ τί ἐστι τὸ σὸν δῶρον;

Ἀθηνᾶ: σοφία.

Ἀφροδίτη: (ἀγριώτερον βοᾷ.) μὴ ἰδίᾳ διαλέγου τῷ ποιμένι, Ἀθηνᾶ. σὺ γὰρ κακίων εἰ τῆς Ἥρας. (ἰδίᾳ λέγει καὶ αὐτὴ αὐτῷ.) χαῖρ’, φίλε, κάλλιστον δῶρον ἔχω σοι, εἰ ἔμοιγε τὸ μῆλον παρέχεις.

Πάρις: πιστεύω σοι, Ἀφροδίτη, ἀλλὰ τί ἐστι τὸ σὸν δῶρον;

Ἀφροδίτη: καλλίστη γυνὴ τῶν ἀνθρώπων ἐστὶ τὸ δῶρον ἐμοῦ. ἐγὼ γάρ εἰμι καλλίστη τῶν θεῶν.

Ἥρα: (ἀγριώτατα βοᾷ.) μὴ ἰδίᾳ διαλέγου τῷ ποιμένι, ᾿ Αφροδίτη. σὺ γὰρ εἰ κακίστη τῶν θεῶν.

Ἀφροδίτη: ἀλλοὐδὲν ἄλλο λέγω περὶ τῶν ἀνθρώπων.

Ἥρα, Ἀθηνᾶ, Ἀφροδίτη: (ἅμα βοῶσιν.) νῦν οὖν, Πάρι, αἱροῦ τὴν καλλίστην τῶν θεῶν. σὺ γὰρ σοφώτατος εἶ τῶν ἀνθρώπων.

Θρασύμαχος: ἀλλὰ τίνι, Αἰακέ, παρέχει Πάρις τὸ μῆλον;

Αἰακός: (γελᾷ.) ἆρα μὴ τοῦτἐρωτᾷς;

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus V