'

Thrasymachus XXIV

XXIV: Πολύφημος α΄

τούτων δοὕτω γενομένων ἐγώ τε καὶ οἱ ἑταῖροι πολλὰ ἤδη ἐν τοῖς κύμασι τοῖς τῆς θαλάττης παθόντες, τέλος ἀφικόμεθα πρὸς ἄλλην τινὰ νῆσον. νὺξ δἤδη ἦν καὶ νεφέλης προσγενομένης ἐκαλύπτετο σελήνη. ὅμως δ’ ἔδει ἡμᾶς, ἅτε ὕδατός τε δεομένους καὶ σιτίων, λιμένα εὑρεῖν. δέον οὖν τοῦτο ποιεῖν, καίπερ σελήνης ἀπούσης, λιμένα τινὰ μέγαν τε καὶ εὐρὺν ὄντα ηὕρομεν, οὗ ἐξῆν ἡμῖν ἀσφαλῶς λιπεῖν τὰς ναῦς. ἐξὸν οὖν τοῦτο ποιεῖν, εὐθὺς ἐκβάντες ἐπὶ τοῦ αἰγιαλοῦ καθηύδομεν ἐν τῷ λιμένι. ἐνταῦθα γὰρ ἄνεμος οὐκέτι οὕτω δεινῶς ἔπνει ὥστε διασχίσαι τὰ ἱστία, ἀλλὰ γαλήνη ἦν πολλή.

ἦμος δ’ ἠριγένεια φάνη ροδοδάκτυλος ἠώς, 

δόξαν μοι τοὺς ἑταίρους συγκαλέσαι, συνεκάλεσα αὐτοὺς καί, “ ἑταῖροι,” ἦν δἐγώ, “ἡγεμόσι τοι προσήκει περὶ τῶν ἑταίρων κινδυνεύειν. προσῆκον οὖν ἐμοὶ ἡγεμόνι γὄντι κινδυνεύειν, οἱ μὲν ἄλλοι ἐνταῦθα μενόντων μηδὲ νόστου ἐπιλαθέσθων, ἐγὼ δὲ καὶ οἱ ἐκ τῆς ἐμῆς νεὼς ἑταῖροι προσίωμεν ἀπὸ τούτου τοῦ λιμένος πρὸς τὴν ἤπειρον – οὐ γὰρ πολὺ ἀπέχειν δοκεῖἵνα ζητῶμεν ὁποία τίς ἐστιν γῆ.” οὕτω δὲ καὶ τοῖς ἑταίροις δόξαν, ἐκέλευσα τοὺς ἐκ τῆς ἐμῆς νεὼς εἰσβάντας εἰς τὴν ναῦν ταῖς κώπαις ἐρέττειν ἀπὸ τοῦ λιμένος πρὸς τὴν ἤπειρον. 

ἀφικόμενοι δ’ ἡμεῖς καὶ ἐκ τῆς νεὼς ἐκβάντες ἄντρον τι ὑψηλόν τε καὶ εὐρὺ εἴδομεν καὶ ἐγγὺς τοῦ ἄντρου αἰγάς τε καὶ τράγους καὶ πρόβατα πολλά. ἐγὼ δὲ κελεύσας τοὺς ἄλλους μένειν παρὰ τῇ νηΐ, καὶ ἀσκὸν γλυκέος οἴνου πλήρη ἐκ τῆς νεώς λαβών, τρίτος καὶ δέκατος αὐτὸς εἰς τὸ ἄντρον εἰσῆλθον. εἰσελθόντες δὲ πολλὰ εἴδομεν ἄγγη τυροῦ τε καὶ γάλακτος πλήρη. καὶ τῶν ἑταίρων τις, “Ὀδυσσεῦ,” ἔφη, “μὴ πλέον κινδυνεύωμεν, ἀλλοὐδενὸς κωλύοντος ταύτην τὴν γῆν ὡς τάχιστα λίπωμεν τῶν ἀγγῶν λαβόντες.” ἐγὼ δοὐ πεισθεὶς αὐτῷ, “μηδαμῶς,” ἔφην, “ἀλλἐνταῦθα μένωμεν ἵνα ἴδωμεν ὅστις ἐν τούτῳ τῷ ἄντρῳ οἰκεῖ πότερον ἐχθρὸς φίλος.” οὕτω δ’ εἰπὼν ἐκώλυον μὲν βίᾳ τοὺς ἑταίρους μὴ ἐπανιέναι πρὸς τὴν ναῦν, ἐπώτρυνον δὲ μεῖναι. καὶ περιεμένομεν αὐτὸν τοῦ τε τυροῦ ἐσθίοντες καὶ τοῦ γάλακτος ἐκ τῶν ἀγγῶν πίνοντες.

 

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus XXIV