Thrasymachus XVII
XVII. ὁ Ὅμηρος
τῇ δ’ ὑστεραίᾳ οὕτως ἔκαμνεν ὁ Θρασύμαχος ὥστε σφόδρα ἐθέλειν καθεύδειν. καὶ οὕτως ἀσθενὴς ἐφαίνετο ὥστε ἡ μήτηρ τῷ υἱεῖ, “φεῦ, φεῦ,” ἔφη, “δεῖ σε πρωΐ κατακλίνεσθαι.” πρωΐ οὖν ἐν τῇ κλίνῃ κατεκλίθη καὶ κατακλιθείς καθηῦδεν. ἐξαίφνης δ’ ἄνεμός τις δεινός τ’ ἐγένετο καὶ βροντὴ καὶ ἀστραπή. τοσαύτη δ’ ἦν ἡ βροντὴ ὥστε μηδένα οἷόν τ’ εἶναι καθεύδειν. ἠγέρθη οὖν ὁ Θρασύμαχος καίπερ σφόδρα κάμνων. καὶ δὴ καὶ τοσαύτη ἦν ἡ ἀστραπὴ ὅσην οὐκ εἶδεν ὁ Θρασύμαχος οὐδέποτε. ὡς μάλιστ’ οὖν ἐφοβεῖτο.
αὐτῷ δὲ φοβουμένῳ γέρων τις ἐφάνη, ὃς οὕτω γεραιός ἦν ὥστε βραδέως δὴ ἐβάδιζεν. καὶ δὴ καὶ τῇ μὲν ἀριστερᾷ λύραν ἔφερεν, τῇ δὲ δεξιᾷ βιβλίον. οὕτω δ’ ἀσθενὴς ἐφαίνετο εἶναι ὥστε μηδένα βλάπτειν. ἐθάρσησεν οὖν ὁ Θρασύμαχος καὶ ἔφθασεν ἐρωτῶν, “τίς εἶ σύ, ὦ γέρον; πόθεν ἦλθες καὶ τί ἐθέλεις; διὰ τί λύραν φέρεις; γεραίτατος γὰρ εἶ πάντων οὓς ἤδη εἶδον.” ὁ δὲ γέρων ἀποκρινόμενος, “ὁ ποιητής εἰμ’ ἐγώ,” ἦ δ’ ὅς, “οὐδὲ γεραίτερός εἰμι ἢ ὥστε ἔπος τι ᾄδειν.” “εὐγε,” εἶπεν ὁ παῖς, “νῦν γὰρ μαθήσομαι τίς ἐστιν ὁ ποιητής.”
ἀποκρινόμενος δὲ προσέφη τὸν παῖδ’ ὁ γέρων, “μαθήσῃ δή, ὦ νεανία· ἐγὼ γάρ εἰμι Ὅμηρος καὶ ἔπος τι ᾄσομαί σοι.” ἦ δ’ ὅς, “δεῖ με κάμνοντα καθεύδειν. τί γὰρ οὐ λέξει ἡ μήτηρ;” ὁ δ’ Ὅμηρος, “χαιρέτω ὁ ὕπνος;” ἔφη, “καὶ χαιρόντων ἥ τε μήτηρ καὶ ὁ πατήρ. αἱρείτω δέ τις τὴν λύραν. ἐγὼ μὲν γὰρ ἔπος ᾄσομαι, σὲ δὲ δεῖ ἀκούειν, μόνον γὰρ ᾄσομαί σοι ἐφ’ ᾧτέ σε σιγᾶν.” “ἔστω οὖν,” ἦ δ’ ὅς ὁ παῖς, “ἀλλὰ περὶ τίνος ᾄσῃ;”
ἀποκρινόμενος δὲ προσέφη τὸν παῖδ’ ὁ Ὅμηρος, “λέξω σοι περί ἀνδρός τινος πολυτρόπου, ὃς πόλλ’ ἐπλανήθη τὴν τῆς Τροίας ἱερὰν πόλιν λαβών, πολλῶν δ’ ἀνθρώπων ἄστη εἶδε καὶ τοσαῦτ’ ἐν τῇ θαλάττῃ ἔπαθεν ὅσα οὐδεὶς ἄλλος ἄνθρωπος. οὐ γὰρ οἷός τ’ ἦν οἴκαδε πλεῖν, ἐπειδὴ ὁ Ποσειδῶν σφόδρα δὴ ὠργίζετο αὐτῷ.”
καὶ ὁ Θρασύμαχος κάμνων μὲν, ἐνδύων δὲ τὰ ἱμάτια, “ἀλλὰ τί ἦν αὐτῷ τοὔνομα;” ἠρώτησεν, “καὶ διὰ τί δι’ ὀργῆς εἶχεν αὐτὸν ὁ Ποσειδῶν;” ὁ δ’ Ὅμηρος σωφρόνως πως ὥσπερ γέροντι πρέπει, “σίγα, ὦ νεανία,” ἦ δ’ ὅς. “πρῶτον μὲν γὰρ δεῖ σε ἀκούειν, ἔπειτα δ’ ἐξηγήσομαί σοι πάντα τὸν μῦθον. ἐφ’ ᾧτε γάρ σὺ μηδὲν λέγειν, πάντ’ ἐν καιρῷ μαθήσῃ.”