Thrasymachus XX
XX. ὁ Ἀλκίνοος
οὕτως οὖν ἡ μὲν Ναυσικάα φοβεῖται μὴ κακὰ λέγωσιν ἑαυτὴν οἱ πολῖται, ὁ δ’ ἀνὴρ φοβεῖται μὴ ὁ τῆς πόλεως ἄναξ οὐχ ἑαυτὸν δέχηται. ὅμως δ’ οὐ πολὺν χρόνον ἐκτὸς τῶν τειχῶν μένει ἀλλ’ εἰσβαίνει καὶ αὐτός.
εἰσβὰς δὲ ῥᾳδίως ηὗρε τὴν τοῦ Ἀλκινόου οἰκίαν, ἣ οὕτω θαυμασία ἦν ὥστε πᾶσι, καίπερ ξένοις οὖσιν, εἶναι φανερά. τὰ μὲν γὰρ τείχη χαλκᾶ ἦν, αἱ δὲ θύραι ἐκ χρυσοῦ ἐποιήθησαν. ἔτι δὲ θαυμασιώτεροι καὶ φοβερώτεροι ἦσαν οἱ δώδεκα κύνες οἱ πρὸ τῆς οἰκίας. καὶ ὁ ἀνὴρ πρῶτον μὲν ἐφοβεῖτο τούτους τοὺς φύλακας μὴ ἑαυτὸν δάκοιεν, ἔπειτα δ’ ἔμαθεν αὐτοὺς ὅτι χρυσοῖ εἰσίν. ὁ γὰρ Ἥφαιστος τοσαύτῃ τέχνῃ ἐποίησεν αὐτοὺς ὥστε, καίπερ χρυσοῦς ὄντας, τὴν οἰκίαν ἡμέραν τε καὶ νύκτα φυλάττειν ὅπως μηδεὶς μηδέποτε μηδὲν κλέπτοι. ὅταν γὰρ κλέπτης τις πρὸς τὴν αὐλὴν προσχωρῇ, φοβεῖται μὴ ὑπὸ τούτων τῶν κυνῶν δηχθῇ καὶ πολὺ δὴ φοβηθεὶς ἀποφεύγει.
πολὺν οὖν χρόνον πάντα ταῦτ’ ἐθαύμαζεν ὁ ἀνήρ· καὶ πρῶτον μὲν ἐφοβεῖτο μὴ οὐκ αὖθις ἴδοι τὴν Ναυσικάαν, τέλος δ’ εἰσῆλθεν εἰς τὴν αὐλήν. εὐθὺς δ’ εἰσελθὼν αὐτόν τε τὸν Ἀλκίνοον εἶδε καὶ τὴν Ἀρήτην τὴν τοῦ Ἀλκινόου γυναῖκα. ὁ δ’ ἀνὴρ ὡς τὴν Ἀρήτην προσελθὼν καὶ παρὰ τοῖς γόνασι καταπεσών, “ὦ δέσποινα,” ἡ δ’ ὅς, “δέχου με καὶ ὠφέλησον ἵνα καὶ αὐτὴ ὠφελῇ ὑπὸ τῶν θεῶν. φοβοῦμαι γὰρ μὴ εἰς τὴν πατρίδα οὐκ ἐπανίω. πέμψον μ’ οὖν οἴκαδε ἐπὶ τῶν σῶν νεῶν· φοβοῦμαι γὰρ μὴ εἰσαεὶ στερηθῶ τῆς τε γυναικὸς ἦν ποτ’ ἔγημα, καὶ τῶν τοκέων οἱ μ’ ἔτεκον, καὶ τοῦ παιδὸς ὃν μάλιστα φιλῶ.”
ταῦτ’ οὖν εἰπόντα τὸν ἄνδρα ἐδέξατό τε καὶ ὠκτειρεν ό’ Ἀλκίνοος “ καί, “ὦ ξέν’,” ἢ δ’ ὅς, “καίπερ τῷ ὄντι τῆς τε γυναικὸς καὶ τῶν τοκέων καὶ τοῦ παιδὸς στερηθείς, οὐκέτι σιτίων γε στερηθήσῃ οὐδ’ οἴνου.” καὶ μεταξὺ λέγων σιτία τ᾿ αὐτῷ παρεῖχε καὶ οἶνον. τέλος δ’ ἐπεὶ ἅλις ἔφαγέ τε καὶ ἔπιεν ὁ ἀνήρ, “ὦ ξέν’,” εἶπεν ὁ’ Ἀλκίνοος, “πολλὰ καὶ δείν’ ἔπαθες, ὡς ἔμοιγε δοκεῖς, ἀλλ’ αὔριον περὶ τούτων διαλεγώμεθα. νῦν δὲ μὴ φοβοῦ μὴ οὐκ οἴκαδ’ ἐπανίῃς ἀλλὰ κάθευδε.”
πείθεται οὖν ὁ ἀνὴρ τῷ βασιλεῖ, καὶ χάριν ἔχων τῷ τ’ Ἀλκινόῳ καὶ τῇ Ἀρήτῃ ἐν λουτρῷ τινὶ θερμῷ ἐλούσατο. μετὰ δὲ ταῦτα πᾶσαν τὴν νύκτα ἐν τῇ αὐλῇ καθηῦδεν.