Thrasymachus XIII
XIII. ὁ Τάνταλος
Θρασύμαχος: ἀλλὰ πονηραὶ μὲν ἦσαν αἱ Δαναΐδες, ὡς ἔμοιγε δοκεῖ, ὁ δὲ Σίσυφος οὔ. ὁ μὲν γὰρ Σίσυφος ἐφαίνετό μοι καλός τε κἀγαθὸς εἶναι, ὁ δὲ Ζεὺς ἄδικος δή.
Αἰακός: σίγησον, ὦ παῖ, καὶ μὴ ὕβριζε. οὗτοι γὰρ οἱ πονηροί, παρ’ ὧν δίκην ἔλαβεν ὁ Ζεύς, ζῶντες πολλάκις ἡμάρτανον. ἀεὶ γὰρ κάκ’ ἐποίουν, καὶ νῦν ἀεὶ κακὰ πάσχουσι καὶ πείσονται εἰσαεί. ἄδικον γάρ ἐστι τὸ ἀνθρώπων γένος.
Θρασύμαχος: δήλωσόν μοι οὖν ἄλλον τινὰ ὃς ἥμαρτε ζῶν.
Αἰακός: δηλώσω δή. ἕπου μοι οὖν πρὸς ἐκείνην τὴν ἄμπελον, ἣν ὁρῶμεν ἐγγὺς τῆς λίμνης.
Θρασύμαχος: ἀλλ’ ὡς καλή ἐστιν ἡ ἄμπελος· ὡς καλοὶ δή εἰσιν οἱ βότρυες. ἆρ’ ἔξεστί μοι δρέπειν αὐτούς;
Αἰακός: οὐδαμῶς, ὦ μωρότατε· οὐ γὰρ ἔξεστιν οὐδενὶ δρέπειν τούσδε τοὺς βότρυς οὐδέποτε. ἰδοῦ δ’ ἐκεῖνον τὸν ἄνδρα, ὃς ἐν τῇ λίμνῃ ὢν βοᾷ λυπούμενος ὥσπερ βοῦς τις.
Θρασύμαχος: ὁρῶ αὐτόν· καὶ ἀκούω δὴ αὐτοῦ λυπουμένου. ἀλλ’ οὐ γιγνώσκω αὐτόν. τίς ἐστιν οὗτος;
Αἰακός: ἀλλ’ οὗτός ἐστιν ὁ Τάνταλος.
Τάνταλος: (ἐν τῇ λίμνῃ ὦν) οἴμοι, φεῦ φεῦ. αὖθις γὰρ ἔφυγε τὸ ὕδωρ· αὖθις ἔφυγον οἱ βότρυες. ὡς διψῶ, ὡς πεινῶ. τήμερον μὲν γὰρ οὔτε πίνω οὔτ’ ἐσθίω, χθὲς δ’ οὔτ’ ἔπιον οὔτ’ ἔφαγον, ἀλλ’ ἐδίψων καὶ ἐπείνων, καὶ αὔριον διψήσω τε καὶ πεινήσω. οἴμοι, φεῦ φεῦ.
Θρασύμαχος: ἀλλὰ διὰ τί οὕτω δακρύεις, ὦ Τάνταλε;
Τάνταλος: διότι οἱ βότρυες ἀποφυγόντες ἀεὶ φθάνουσί με πειρώμενον λαβεῖν αὐτούς.
Θρασύμαχος: ἆρ’ ἄνεμός τις ἀποφέρει αὐτούς;
Τάνταλος: οὐχί· αὐτὸς δ’ ὁ Ζεὺς ἀποφέρει τοὺς βότρυς. βούλεται γάρ μ’ ἀποστερεῖν σίτου τε καὶ ὕδατος. οἴμοι· ἀπορῶ δή. τί γὰρ ἔδομαι; τί πίομαι; οἴμοι.
Θρασύμαχος: ἀλλὰ σίγησον, ὦ Τάνταλε, καὶ μὴ οὕτω λυποῦ. οὐδὲν γὰρ βλάπτει σε. οὐ γὰρ πρέπει σοι οὕτω δακρύειν.
Τάνταλος: τί εἶπεν οὗτος ὁ παῖς, ὦ Αἰακέ; οὐδέν με βλάπτει; ὅδε ὁ παῖς, ὡς ἔμοιγε φαίνεται, οὔτε διψῇ οὔτε πεινῇ οὐδέποτε. ἀλλὰ φέρε μοι οἶνον, ὦ φίλε, αἰτοῦμαι, εἰ ἐθέλεις βοηθεῖν μοι οὕτω πάσχοντι.
Θρασύμαχος: ἀλλὰ μὴ οὕτω βόα· ἀνεγείρεις γὰρ τοὺς νεκρούς. ἀλλὰ λέγε μοι, εἰ βούλῃ, τί ἐγένετο ὅτι ὁ Ζεὺς οὕτω σ’ ἀπεστέρησε σίτου τε καὶ ὕδατος.
Τάνταλος: θεός δέ τις οὐκ εἶδεν ὅ τι ἐσθίει.
Θρασύμαχος: ἀδίκως οὖν κακὰ πάσχεις. ἀλλ’ ἐξήγησαί μοι τὸν πάντα μῦθον.
Τάνταλος: ἐβουλόμην γάρ ποτε μαθεῖν εἰ οἱ θεοὶ τῷ ὄντι σοφώτεροί εἰσι τῶν ἀνθρώπων. πᾶσιν οὖν τοῖς θεοῖς δεῖπνον παρέσχον. ἔλαβον γάρ ποτε τὸν υἱόν, τὸν Πέλοπα ὀνόματι, καὶ λαβὼν κατέτεμον αὐτόν.
Θρασύμαχος: ἀλλ’ οὐδαμῶς ἀρέσκει μοι οὗτος ὁ μῦθος. οὐ γὰρ προσήκει τοῖς πατράσι κατατέμνειν τοὺς υἱούς.
Τάνταλος: κατατεμὼν δ’ αὐτὸν εἰς θερμὸν ὕδωρ εἰσέβαλον καὶ μετὰ ταῦτα τάς τε χεῖρας ἀποβαλὼν καὶ τοὺς πόδας, παρέσχον πᾶσι τοῖς θεοῖς, οὓς συνεκάλεσα εἰς τὸ δεῖπνον. οἱ μὲν οὖν ἄλλοι θεοὶ ταῦτα τὰ σῖτα οὐκ ἔφαγον, ἡ δὲ Δημήτηρ ἔφαγε δή. ἐλυπεῖτο γὰρ περὶ τῆς θυγατρὸς τῆς ἀποθανούσης καὶ ἀεὶ ἐδάκρυε λυπουμένη. καὶ οὔτ’ εἶδεν οὔτ’ ἔμαθεν ὁποῖά ἐστι τὰ σῖτα. φαγοῦσα δὲ τὰ σῖτα ταῦτα κάπειτα μαθοῦσα ὁποῖά τινα ἔφαγεν, τῆς αὐτῆς νυκτὸς ἐδήλωσε τὸ πᾶν τῷ Διΐ. ὁ δὲ Ζεὺς ταύτην παρ᾿ ἐμοῦ ἔλαβε τὴν δίκην. ἰδού· ἀδίκως γὰρ τήμερον πάσχω καὶ χθὲς ἔπασχον καὶ αὔριον πείσομαι πεινῶν τε καὶ διψῶν.
Θρασύμαχος: ἀλλὰ διὰ τί ἐθέλεις πίνειν; οὐ γὰρ ὄφελός ἐστί σοι νεκρῷ γ’ ὄντι πίνειν, οὐδ’ ἔξεσταί σοι αὖθις ἀποθανεῖν.
Τάνταλος: τοιαύτην δὲ τὴν δίκην ἔλαβε παρ᾿ ἐμοῦ ὁ Ζεύς. νῦν γὰρ δεῖ μ᾿ ἀεὶ βούλεσθαι πίνειν καίπερ οὐ δεόμενον.