'

Thrasymachus VII

VII. Ἀχιλλεύς

(διαλέγονται ὥσπερ ἀεὶ τε Θρασύμαχος καὶ Αἰακός. ἐν δ διαλέγονται, μακρὰν ὁδὸν βαίνουσι πρὸς ἄλλο τι μέρος τῆς Ἅιδου, καὶ διαλεγόμενοι ἀφικνοῦνται. ἀκούομεν οὖν αὐτῶν διαλεγομένων.)

Θρασύμαχος: τίς ἐστιν, Αἰακέ, ἐκεῖνος ἀνήρ, ὃς οὕτως ἰσχυρὸς φαίνεται;

Αἰακός: βασιλεύς τίς ἐστι φοβερός, ἀφοὗ οἱ ἄλλοι βασιλῆς ἀεὶ ἀποφεύγουσιν.

Θρασύμαχος: ἐγὼ δοὐδέποτε ἀπ᾿ οὐδενὸς ἀποφεύγω.

Αἰακός: ὑβρίζεις, νεανία. ὑβριστὴς γὰρ εἰ. παῦε μαινόμενος καὶ ἕπου μοι. πάρεστι γὰρ ἤδη Ἀχιλλεύς.

Θρασύμαχος: (καίπερ ὑβριστής φαινόμενος ἀποφεύγει.) οἴμοι, φεῦ, φεῦ.

Αἰακός: (λαμβανόμενος τοῦ νεανίου) ἀναχώρει, μωρότατε, καὶ μὴ ἀπόφευγε.

Θρασύμαχος: φεῦ, φεῦ, οἴμοι. ὡς φοβερός ἐστιν οὗτος βασιλεὺς καὶ ὡς λαμπρά ἐστι τὰ ὅπλα αὐτοῦ. ἀργυρᾶ γάρ ἐστιν, ὡς ἔμοιγε δοκεῖ.

Αἰακός: χαῖρ’, Ἀχιλλεῦ. πῶς ἔχεις;

Ἀχιλλεύς: χαῖρε καί σύ γε, Αἰακέ. καλῶς ἔχω. χαίρω γὰρ ὅτι Ἀγαμέμνων ἀποθνήσκει. κλέπτης γάρ ἐστιν, ὃν μάλιστα μισῶ. ἀλλἤδη κακὰ πάσχει.

Αἰακός: βασιλεὺς μὲν οὖν ἐστὶν Ἀγαμέμνων, κλέπτης δοὔ.

Ἀχιλλεύς: ἀλλἀεὶ τὰ τῶν ἄλλων κλέπτει, ἄλλα τε καὶ τὰς γυναῖκας. τὴν γὰρ Βρισηΐδα

Θρασύμαχος: (αὐτῶν διαλεγομένων ἀκούει.) ἀλλὰ τί περὶ τῆς Βρισηΐδος;

Ἀχιλλεύς: ἀλλοὐδὲν τὸ νῦν· ἤδη γὰρ πάρεστι καὶ δακρύει ἀναμιμνῃσκομένη τοῦ Ἀγαμέμνονος.

Βρισηΐς: (βοᾷ ἀφικνουμένη.) χαίρετ’, φίλοι. ὡς καλόν ἐστι τοῦτο τὸ παιδίον. δήλου οὖν αὐτῷ τὰ ὅπλα σου, οἷς ἀεὶ νικᾷς τοὺς πολεμίους. αἰτοῦμαί σε, Ἀχιλλεῦ.

Ἀχιλλεύς: καὶ αἰτουμένῃ σοι, δέσποινα, ἀεὶ πείθομαι. αὕτη μέν ἐστιν, νεανία, κόρυς, ἀμύνει τῇ κεφαλῇ. αὗται δεἰσὶν αἱ κνημίδες, αἵ ἀμύνουσι τοῖς σκέλεσιν. καὶ τοῦτο μέν ἐστι τὸ δόρυ, μαχόμενος ἀποκτείνω τοὺς βασιλέας, τοῦτο δὲ τὸ ξίφος, ἀποκόπτω τάς τε τῶν βασιλέων κεφαλὰς καὶ τὰ σκέλη. καὶ δὴ καὶ τούτῳ τῷ τόξῳ ἀποκτείνω τούς τε βασιλέας καὶ τοὺς στρατιώτας. αὕτη δἐστιν ἀσπίς, ἐν τῇ μάχῃ ἀμύνομαι τοὺς πολεμίους. ἰσχυρὰ γάρ ἐστι καὶ ἀμύνει τῷ σώματι τὰ τῶν πολεμίων ξίφη. ἆρ᾿ οὐ καλή ἐστιν; ἀλλὰ λέγε μοι τί ὁρᾷς ἐπ᾿ αὐτῆς.

Θρασύμαχος: ἀλλ’, Ἀχιλλεῦ, τήν τε γῆν ὁρῶ καὶ τὸν οὐρανὸν καὶ τὴν θάλατταν καὶ τὸν ἥλιον. πέντε γὰρ μέρη ἔχει αὕτη ἀσπίς, καὶ ἐν τῷ μὲν πρώτῳ μέρει γέροντάς τινας ὁρῶ καθιζομένους, οἱ κρίνουσι τοὺς πολίτας. ἐν δὲ τῷ δευτέρῳ μέρει ποιμένας ὁρῶ τοῖς προβάτοις ἑπομένους. ἐν δὲ τῷ αὐτῷ μέρει πολεμίους τινὰς ἄνδρας ὁρῶ τοῖς ξίφεσι παρά ποταμῷ μαχομένους. νῦν δἐν τῷ τρίτῳ μέρει ἄνδρες τινὲς ἀρότρῳ ἀγρὸν ἀροῦσι, καὶ πρὸς τὸ τοῦ ἀγροῦ τέλος ἀφικνούμενοι οἶνόν τε πίνουσι καὶ δειπνοῦσι παρὰ τῇ ὁδῷ.

Αἰακός: ἆρα γιγνώσκεις ἐκείνους τοὺς ἄνδρας τοὺς ἐν τῷ τετάρτῳ μέρει; ἱερῆς εἰσίν, οἱ βοῦς ἱερεύουσι τοῖς θεοῖς. καὶ βλέπε τούτους τοὺς κύνας τοὺς τοῖς βουσὶν ἑπομένους. λέοντες δέ τινες ἐπιτρέχουσιν ἐπὶ τοὺς βοῦς καὶ ἀποκτείνουσιν αὐτούς. οἱ δὲ κύνες θόρυβον ποιοῦσιν.

Θρασύμαχος: ἐνταῦθα δἐν τῷ πέμπτῳ μέρει παρθένους τινὰς ὁρῶ, αἱ χορεύουσιν. φιλῶ δὲ τὴν τοῦ Ἀχιλλέως ἀσπίδα καὶ τὴν Βρισηίδα.

Αἰακός: ἀλλὰ μὴ λέγε τοῦτο τὸ ὄνομα. φιλόνεικος γάρ ἐστιν Ἀχιλλεὺς καὶ ξίφος τε ἔχει καὶ τόξον.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus VII