'

Thrasymachus II

II. Ὁ Κέρβερος

A.

κύων τις: (λέγει.) βαῦ, βαῦ, βαῦ.

Θρασύμαχος: κυνός τινος φωνὴν ἀκούω. τίς ἐστιν ὁ κύων;

Ἑρμῆς: Κέρβερός ἐστιν ὁ κύων.

Κέρβερος: (αὖθις λέγει.) βαῦ, βαῦ, βαῦ.

Θρασύμαχος: ἀλλὰ διὰ τί τρὶς λέγει τὸ βαῦ;

Ἑρμῆς: διότι τρία ἔχει στόματα καὶ τρισὶ στόμασι λέγει.

Θρασύμαχος: καὶ διὰ τί τρία στόματα ἔχει;

Ἑρμῆς: διότι τρεῖς αὐχένας ἔχει καὶ τρεῖς κεφαλὰς ἐπὶ τῶν τριῶν αὐχένων.

Θρασύμαχος: πόσους οὖν ὀφθαλμοὺς ἔχει ἐν ταῖς τρισὶ κεφαλαῖς;

Ἑρμῆς: ἓξ ὀφθαλμοὺς ἔχει ἐν ταῖς τρισί κεφαλαῖς καὶ ἓξ ὦτα ἐπὶ τῶν τριῶν κεφαλῶν.

Θρασύμαχος: δεινός τις οὖν ἐστὶ κύων. καὶ πόσα σώματα ἔχει;

Ἑρμῆς: ἓν μόνον σῶμα ἔχει.

Θρασύμαχος: καὶ λέγε μοι διὰ τί λέγει τὸ βαῦ.

Ἑρμῆς: διότι φυλάττει τοὺς νεκρούς.

Κέρβερος: βαῦ, βαῦ, βαῦ. ἀνθρώπων ὀσμή. ἀνθρώπους τινὰς τοῖς ὠσὶν ἀκούω. ἀνθρώπους τινὰς τοῖς ὀφθαλμοῖς βλέπω. δεῦρο, ὦ Αἰακέ· ἄνθρωποι γάρ τινες ἀπὸ τοῦ ποταμοῦ ἐπιτρέχουσιν ἐπὶ ἐμέ. βαῦ, βαῦ…

Ἑρμῆς: οἴμοι. νῦν γὰρ δὶς μόνον λέγει τὸ βαῦ.

Θρασύμαχος: πῶς γὰρ οὔ; ἕνα γὰρ τῶν τριῶν αὐχένων κατέχω.

Κέρβερος: βαῦ, βαῦ. δεινὸν δή ἐστι τὸ παιδίον. ἀποθνήσκω. βαῦ…

Θρασύμαχος: δεινὸς δή ἐστιν ὁ κύων. ἀεὶ γὰρ λέγει τὸ βαῦ.

Αἰακός: ὦ κύον, πῶς ἀποθνήσκεις; τίνες ἀποκτείνουσί σε; μὴ δάκρυε. (μιαρᾷ τῇ φωνῇ λέγει.) μὴ ἀποκτείνετε τὸν κύνα ἐμοῦ· φυλάττει γὰρ τοὺς νεκρούς.

Ἑρμῆς: χαῖρ’, ὦ Αἰακέ· κόμιζε τὸ παιδίον εἰς τὴν τοῦ Ἅιδου οἰκίαν. ὁ γὰρ Ζεύς σε κελεύει. καὶ χαῖρ’, ὦ Θρασύμαχε. …

Θρασύμαχος: ἀλλὰ μὴ λεῖπε ἡμᾶς, ὦ Ἑρμῆ. διὰ τί ἡμᾶς λείπεις; (δακρύει.)

Ἑρμῆς: μὴ δάκρυε. λείπω ὑμᾶς διότι ἐκ τῆς τοῦ Ἅιδου οἰκίας ἀναβαίνω πρὸς τὴν γῆν. ἄλλοι γὰρ ἄνθρωποι ἀποθνήσκουσιν.

(ὁ μὲν Ἑρμῆς ἐξ Ἅιδου ἀναβαίνει πρὸς τὴν γῆν, ὁ δὲ Αἰακὸς κομίζει τὸ παιδίον εἰς τὴν τοῦ Ἅιδου οἰκίαν.)

B. Ἐν τῇ τοῦ Ἅιδου οἰκίᾳ.

Θρασύμαχος: νῦν οὖν, ὦ Αἰακέ, λέγε μοι περὶ τῶν νεκρῶν. τίς ἄναξ ἐστὶ τῶν νεκρῶν; τίς ἀνάσσει;

Αἰακός: λέγω οὖν σοι περὶ τοῦ τῶν νεκρῶν ἄνακτος. ὁ γὰρ Πλούτων ἄναξ ἐστίν. ὁ Πλούτων ἀνάσσει τῆς χώρας.

Θρασύμαχος: ἀλλὰ δίδασκέ με καὶ περὶ τῆς χώρας.

Αἰακός: διδάσκω οὖν σε καὶ περὶ τῆς χώρας. ποταμός γάρ τις δεινός, ἡ Στύξ τὸ ὄνομα, περιέχει τὴν χώραν.

Θρασύμαχος: ἀλλὰ πῶς ἐστὶ δεινός; καὶ ποῦ ἐστὶν ὁ ποταμός; καὶ πῶς περιέχει τὴν χώραν;

Αἰακός: δεινός ἐστι διότι οὐδεὶς διὰ τοῦ ποταμοῦ ἐξ Ἅιδου ἀναβαίνει πρὸς τὴν γῆν.

Θρασύμαχος: (αὖθις δακρύει.) οἴμοι, φεῦ, φεῦ.

Αἰακός: μὴ δάκρυε, ὦ Θρασύμαχε· σὺ γὰρ οὐκ εἶ νεκρός. ἄλλος δ’ ἐστὶ ποταμός, ὁ Ἀχέρων ὀνόματι, καὶ δὴ καὶ ἄλλοι, ὁ τε Κωκυτὸς καὶ ἡ Λήθη καὶ ὁ Πυριφλεγέθων. ἐν δὲ τῇ τοῦ Ἅιδου οἰκίᾳ ἐγὼ καὶ ὁ Μίνως κρίνομεν τοὺς νεκρούς.

Θρασύμαχος: τίνας κρίνετε; λέγε μοι αὖθις, ὦ Αἰακέ.
Αἰακός: αὖθις οὖν λέγω σοι. τοὺς γὰρ νεκροὺς κρίνομεν. καὶ τοὺς μὲν καλούς τε καὶ ἀγαθοὺς πέμπομεν εἰς τὸ Ἠλύσιον, τοὺς δὲ κακοὺς εἰς τὸν Τάρταρον. βλέπε οὖν, ὦ Θρασύμαχε, τοὺς μὲν καλούς τε κἀγαθοὺς ἐν τῷ Ἠλυσίῳ, τοὺς δὲ κακοὺς ἐν τῷ Ταρτάρῳ.