Thrasymachus VI
VI.
A. ὁ Ἀγαμέμνων
Θρασύμαχος: φεῦ, φεῦ. ἄνδρα γὰρ ὁρῶ, ὃς κεφαλὴν οὐκ ἔχει.
Αἰακός: πῶς γὰρ οὔ; ὁ γὰρ ἀνήρ, ὃν ὁρᾷς, κεφαλὴν οὐκ ἔχει. ὄνομα δ’ αὐτῷ ἐστὶν Ἀγαμέμνων.
Θρασύμαχος: καὶ δὴ καὶ νῦν γυναῖκα ὁρῶ, ἢ ἀξίνην ἔχει.
Αἰακός: οὐχ ἁμαρτάνει ὁ νεανίας. ἡ γὰρ γυνή, ἣν ὁρᾷ, ἀξίνην ἔχει. τὸ δ’ ὄνομα αὐτῇ ἐστὶ Κλυταιμνήστρα.
Θρασύμαχος: ἀλλὰ διὰ τί ὁ μὲν Ἀγαμέμνων κεφαλὴν οὐκ ἔχει, ἡ δὲ Κλυταιμνήστρα ἀξίνην;
Αἰακός: σίγα, ὦ νεανία, καὶ ἄκουε αὐτῶν. ἤδη γὰρ το διαλέγονται ἀλλήλοις.
Θρασύμαχος: ἀλλὰ πῶς διαλέγεται ὁ Ἀγαμέμνων, ὅστις κεφαλὴν οὐκ ἔχει;
Αἰακός: φεῦ τοῦ μώρου νεανίου. μὴ τοσαῦτα ἐρώτα ἀλλ’ ἄκουε δή. ἤδη γὰρ γίγνεται ἡ τραγῳδία.
B. ἡ τραγῳδία
φύλαξ τις: (βοᾷ.) εὖγε, εὖγε. λάμπει γὰρ τὸ πῦρ. ἤδη οὖν ἔχουσιν οἱ Ἕλληνες τὴν Τροίαν. νικᾷ γὰρ ὁ Ἀγαμέμνων, ὁ δεσπότης ὁ ἐμός, καὶ ἤδη ἐκ τῆς Τροίας ἀναχωρεῖ. καὶ ταῦτ’ ἐστὶν ἅπερ σημαίνει τὸ πῦρ, ὁ λάμπει. δεῦρ’, ὦ δέσποινα Κλυταιμνήστρα. βλέπε τὸ πῦρ τὸ λαμπρόν, ὃ ἤδη ὁρῶ.
Κλυταιμνήστρα: (ἐν θρόνῳ ἀργυρῷ καθίζεται, οὗ ὄπισθεν ἀποκρύπτει τὴν ἀξίνην αὐτῆς.) λαμπρὸν μέν ἐστι τὸ πῦρ, ὅπερ ὁρῶμεν, μακρὰ δ’ ἡ ὁδὸς ἡ ἀπὸ τῆς Τροίας. δακρύουσι μὲν οὖν οἱ πολῖται οἱ τῆς Τροίας· κακὰ γὰρ πάσχουσιν. χαίρουσι δ’ οἱ τῶν Ἑλλήνων στρατιῶται· νικῶσι γὰρ ἐν τῇ μάχῃ. ἐγὼ δ’ οὐ χαίρω οὐδέποτε. μισῶ μὲν γὰρ τοῦτον τὸν ἄνδρα, ὅστις ἤδη ἐκ τῆς Τροίας ἀναχωρεῖ, φιλῶ δὲ τὸν Αἴγισθον, ὃς τῶν πολιτῶν μετ’ ἐμοῦ ἀνάσσει ἐν ᾧ ἄπεστιν ὁ Ἀγαμέμνων ἐν τῇ Τροίᾳ.
(ὁ δ’Ἀγαμέμνων ἄπεστι μὲν οὔ, πάρεστι δὲ ἤδη μετὰ γυναικός τινος, ἣν ἐν ἅρματι χαλκῷ κομίζει πρὸς τὰς Μυκήνας. ὅπλα τε χαλκᾶ ἔχει καὶ καλὰ ἱμάτια, ἃ λάμπει ἐν μέσῳ τῷ ἅρματι.)
Ἀγαμέμνων: χαῖρ’, ὦ γύναι. χαῖρ’, ὦ γῆ Μυκηνῶν. χαίρετ’, ὦ θεοὶ Ἑλληνικοί.
Κλυταιμνήστρα: τίς ἐστιν αὕτη ἡ γυνὴ ἡ ἐν τῷ ἅρματι; οὐ γὰρ γιγνώσκω αὐτήν.
Ἀγαμέμνων: αὕτη ἐστι Κασσάνδρα, ἣν κομίζω ἐκ τῆς Τροίας.
Κασσάνδρα: (μιαρᾷ τῇ φωνῇ λέγει. μαίνεται γὰρ καὶ δεινὸν ποιεῖται.) ότοτοτοῖ πόποι δᾶ. ἐνταῦθά ἐστιν αἱμάτων ὀσμή.
Κλυταιμνήστρα: (ἰδίᾳ αὐτὴ ἑαυτῇ λέγει.) ποίᾳ τινὶ γλώττῃ λέγει; οὐ γὰρ μανθάνω ἃ λέγει. ἐμὲ μὲν οὖν οὐ φιλεῖ ὁ Ἀγαμέμνων, τὴν δὲ Κασσάνδραν, ᾗ ταύτην τὴν ἀξίνην ἤδη ἑτοίμην ἔχω.
Ἀγαμέμνων: ὦ νεανίαι, λύετέ μοι τὰς κρηπίδας καὶ τὰ ὅπλα. καὶ βάλλετέ μοι ἐπὶ τὴν γῆν ἐκεῖνα τὰ καλὰ ἱμάτια. ἐγὼ δ’ ἐπ᾿ αὐτῶν βαίνω. νικῶ γὰρ ἐγώ, καὶ καλλίστη ἐστὶν ἡ δόξα, ἣν νῦν ἔχω.
Κλυταιμνήστρα: (ἰδίᾳ αὐτὴ ἑαυτῇ λέγει.) ὑβρίζει δ’ οὗτος ὁ ἀνήρ· ὑβριστὴς γάρ ἐστιν. ὁρᾶτ’ οὖν τοῦτον τὸν ὑβριστήν, ὃς βαίνει ἐπὶ τούτων τῶν καλῶν ἱματίων, ὥσπερ θεός τις.
Ἀγαμέμνων: μὴ οὕτως αὐτὴ σεαυτῇ λέγε, ὦ φίλη γύναι, ἀλλὰ πάρεχέ μοι σῖτόν τε καὶ τὸ λουτρόν, ἐν ᾧ λούομαι.
Κλυταιμνήστρα: ἀλλ’ ἤδη ταῦθ’ ἑτοιμά ἐστί σοι, ὦ φίλε ἄνερ. εἴσβαινε οὖν εἰς τὴν οἰκίαν. εἴσβαινε καὶ σύ, Κασσάνδραν λέγω.
Αἰακός: εἰσβαίνουσιν οὖν εἰς τὴν οἰκίαν, ἐν ᾗ ἡ Κλυταιμνήστρα τὴν μὲν Κασσάνδραν τῇ ἀξίνῃ ἀποκτείνει, τοῦ δ’ Ἀγαμέμνονος ἐν τῷ λουτρῷ τὴν κεφαλὴν τῇ αὐτῇ ἀξίνῃ ἀποκόπτει. καὶ ἡ κεφαλὴ αὐτοῦ πίπτει ἀπὸ τοῦ σώματος πρὸς τὴν γῆν. οὕτως οὖν κεφαλὴν οὐκ ἔχει.
Θρασύμαχος: ἀλλὰ πῶς ἀποκόπτει ἡ Κλυταιμνήστρα τὴν τοῦ Ἀγαμέμνονος κεφαλὴν ἣν οὐκ ἔχει;