Thrasymachus XXIII
XXIII: οἱ Λωτόφαγοι
ἀποθανόντων δὲ τῶν ἑταίρων ἡμεῖς οἱ ἄλλοι ἀπεπλεύσαμεν καὶ πλέοντες τρὶς κατὰ τὸ ἔθος ὀνόματι ἐκαλέσαμεν αὐτούς. ἀποκριναμένων δ’ αὐτῶν οὐδέν, ἠρέττομεν λυπούμενοι καὶ ἐρεττόντων ἡμῶν ἐπώτρυνεν ὁ Ζεὺς ἄνεμόν τινα πνεῖν, καὶ ἐκάλυψε νεφέλαις τὸν τ’ οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλατταν ὥστ’ ἐγένετο νύξ. γενομένης δὲ τῆς νυκτὸς ὁ ἄνεμος δεινῶς δὴ πνέων τὰς μὲν ναῦς ἔνθα καὶ ἔνθ’ ἤνεγκεν, τὰ δ’ ἱστία καίπερ καρτερὰ ὄντα διέσχισεν. ἡμεῖς οὖν, φοβούμενοι μὴ ἐν τῇ θαλάττῃ ἀποθάνοιμεν, ταχέως ἠρέσαμεν πρὸς τὴν ἤπειρον ὅπου τρεῖς θ’ ἡμέρας ἐμένομεν καὶ τρεῖς νύκτας. τῇ δὲ τετάρτῃ ἡμέρᾳ γαλήνης γενομένης καὶ τῶν νεφελῶν τῷ ἡλίῳ διασχισθεισῶν, αὖθις ἀπὸ τῆς ἠπείρου ἀπέπλευσαν οἱ ἑταῖροι ἐμοῦ ἐποτρύνοντος. καὶ ὁ μὲν ἄνεμος οὐκέτι δεινῶς πνέων τὰς ναῦς ἤνεγκεν, οἱ δὲ κυβερνῆται θαρρήσαντες ἐκυβέρνησαν αὐτὰς πρὸς τὴν τῶν Λωτοφάγων γῆν.
οὗτοι δ’ οἱ ἄνθρωποι οὕτω καλοῦνται ἐπειδὴ ἔθος ἐστὶν αὐτοῖς τὰ τοῦ λωτοῦ ἄνθη φαγεῖν. καὶ ξένους ἀσπασάμενοι ταῦτα τὰ ἄνθη παρέχουσιν αὐτοῖς ἵνα φάγωσιν, καὶ μύθοις παραμυθοῦνται αὐτούς. ἡμεῖς οὖν ἐκεῖσε ἀφικόμενοι ἐξέβημεν ἐκ τῶν νεῶν καὶ παρὰ τῇ θαλάττῃ ἐδειπνήσαμεν. τῶν δ’ ἑταίρων ἄλις φαγόντων ἐγὼ μὲν ἤθελον αὖθις οἴκαδ’ἀποπλεῦσαι, οἱ δὲ θεοὶ ἐχθροὶ ὄντες ἄλλως δὴ ἐβούλοντο. ὀλίγοι γὰρ τῶν ἑταίρων, καθεύδοντος ἐμοῦ ἐπὶ τοῦ αἰγιαλοῦ, ἦλθον ὡςτοὺς Λωτοφάγους καὶ νήπιοι ὄντες λωτὸν ἀπ᾿ αὐτῶν ἔλαβον ἵνα φάγοιεν.
τῶν δ’ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
οὐκέτ’ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
ἀλλ’ αὐτοῦ βούλοντο μετ᾿ ἀνδράσι Λωτοφάγοισι
λωτὸν ἐρεπτόμενοι μεῖναι νόστου τε λαθέσθαι.
(Homer, Odyssey, 9.94–97)
βίᾳ οὖν ἐγώ τε καὶ οἱ ἄλλοι ἐπωτρύναμεν αὐτοὺς ἐπανελθεῖν, καὶ πολλὰ καὶ κακὰ πάσχοντας ἠγάγομεν πρὸς τὰς ναῦς ἵνα μηδεὶς νόστου ἐπιλάθοιτο.
οἱ δ’ αἰψ᾿ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθίζον,
ἑξῆς δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
(Homer, Odyssey, 9.62–63)