'

Thrasymachus XIV

XIV. Ἡρακλῆς α΄

Κέρβερος: οἴμοι, φεῦ φεῦ. τύπτει γάρ μἄνθρωπός τις μέγας· ὑπ᾿ ἀνθρώπου τινός μεγάλου τύπτομαι.
φωνή τις μεγάλη: καὶ δὴ καὶ αὖθις τυπτήσω σε, Κέρβερε. σίγησον οὖν.

Κέρβερος: οἴμοι, φεῦ τῶν αὐχένων· φεῦ τοῦ σώματος· πόποι.

Αἰακός: διὰ τί οὕτω βοᾷ κύων; ἆρὑπ᾿ ἀνθρώπου τινὸς τύπτεται;

Θρασύμαχος: πῶς γὰρ οὔ; τύπτεται δὴ καὶ τυπτόμενος κλαίει.

Αἰακός: ἆρα τὰ ἀληθῆ λέγεις; φεῦ τοῦ κυνός· οὐ γὰρ φιλεῖ τύπτεσθαι. τίς οὖν τὰ τοιαῦτα ποιεῖ;

Θρασύμαχος: ἀλλὰ γίγας τις, ὡς ἔμοιγε φαίνεται, τύπτει τὸν κύνα. μέγας γάρ ἐστι καὶ μέγα ἔχει τὸ σῶμα. καὶ δὴ καὶ μεγάλη ἐστὶν αὐτῷ κεφαλή. μεγάλας τἔχει τὰς χεῖρας καὶ μεγάλους τοὺς πόδας καὶ μεγάλα τὰ σκέλη.

Κέρβερος: οἴμοι, φεῦ φεῦ· αὖθις γὰρ τύπτομαι ὑπὸ τούτου τοῦ γίγαντος. κλέπτομαί τε γὰρ ὑπ᾿ αὐτοῦ, ἀφαιροῦμαί τε καὶ τυπτόμενος νικῶμαι.

Θρασύμαχος: ἰδού, Αἰακέ· κλέπτεταί θ κύων, ἀφαιρεῖταί τε καὶ τυπτόμενος νικάται.

Αἰακός: οὗτος, σχέτλιε· τίς εἰ σύ; διὰ τί ὑπὸ σοῦ κλέπτεται κύων;

Ἡρακλῆς: ἀλλἐγὼ μέν εἰμι Ἡρακλῆς, τὸν δὲ κύνα οὐ κλέπτω. λαβὼν δαὐτὸν τοὺς τρεῖς αὐχένας πιέζω. μεγάλους γὰρ ἔχει τοὺς ὀδόντας καὶ οὐκ ἐθέλω αὐτοῖς δάκνεσθαι.

Αἰακός: ἀλλοὐ πρέπει σοι πιέζειν τοὺς αὐχένας αὐτοῦ, προσήκει γάρ αὐτῷ δάκνειν τοῖς ὀδοῦσιν. φύλαξ γάρ ἐστι τῆς Ἅιδου. σὺ δὲ μὴ βλάπτε τὸν φύλακα οὕτως ἀσθενῆ ὄντα. ἀλλὰ λέγε μοι διὰ τί δεῦρο ἥκεις.

Ἡρακλῆς: πῶς γὰρ οὔ; καὶ τἀληθῆ λέξω. κελεύομαι γὰρ ὑπὸ τοῦ Εὐρυσθέως πόνον πονεῖν καὶ δεῖ μἐρωτᾶν τι τὸν Προμηθέα.

Θρασύμαχος: ἀλλὰ ποῦ οἰκεῖ Προμηθεύς; ποῖ δεῖ ἡμᾶς ἐλθεῖν;

Αἰακός: ἐπ᾿ ἄκρου λόφου τινὸς ἐν δεσμοῖς μένει. οὗτος δὲ λόφος μακρὰν ἀπέχει ὁδόν.

Θρασύμαχος: ἀλλἐθέλω κἀγὼ τὸν Προμηθέα ἰδεῖν. ἔψομαι οὖν σοι, εἰ βούλῃ, Ἡράκλεις.

Ἡρακλῆς: ἀλλεὐγενής τεἰ καὶ σώφρων, παῖ, ὡς ἔμοιγε φαίνῃ. ἕπου οὖν.

(καὶ μακρὰν μὲν ὁδὸν πορεύονται τε Θρασύμαχος καὶ Αἰακὸς καὶ Ἡρακλῆς πρὸς τὸν τοῦ Προμηθέως λόφον. τέλος δὲ τῇ αὐτῇ ἡμέρᾳ ἀφικνοῦνται ὡς τὸν Προμηθέα.)

Θρασύμαχος: χαῖρ’, Προμηθεῦ. πῶς ἔχεις;

Προμηθεύς: ἀλλὰ κακῶς δὴ ἔχω, νεανία. πῶς γὰρ οὔ; κατέτειναν γάρ με ἐπὶ ταύτης τῆς πέτρας καὶ νῦν δὴ κατατείνομαι. μυρίους γὰρ ἐνιαυτοὺς ἐνταῦθα κατατείνομαι. γὰρ Ζεὺς κατεδίκασέ μου ἐνταῦθα κατατείνεσθαι πάσας τε τὰς νύκτας καὶ πάσας τὰς ἡμέρας. τῆς δὲ ἡμέρας γύψ τις μέγας πρὸς τήνδε τὴν πέτραν πέτεταί τε καί μἀνεγείρας ἐσθίει μοι τὸ ἡπαρ.

Θρασύμαχος: φεῦ τοῦ ἤπατος· ἆρα μὴ τἀληθῆ λέγεις; ἆροὐκ ὄναρ τι ψευδές ἐστιν; ἆροὐχ ἡπαρ ἔχεις;

Προμηθεύς: ἔχω μὲν οὖν οὐδὲ τὰ ψευδή λέγω. τῆς γάρ νυκτός αὖθις γίγνεται τὸ ἡπαρ.

Θρασύμαχος: ἀλλὰ θαυμάσια μὲν λέγεις, σαφῆ δέ. διὰ τί οὖν λαβὼν τὸν γῦπα τῆς κέρκου οὐκ ἐξέβαλες αὐτὸν ἐξ Ἅιδου;

Προμηθεύς: διότι ὑπ᾿ αὐτοῦ τοῦ Διὸς πέμπεται καὶ οὐδὲν ὄφελός ἐστι μάχεσθαι τῷ Διί.

Ἡρακλῆς: ἅλις δὲ τῶν σῶν ἐρωτημάτων, Θρασύμαχε. κλαύσῃ γὰρ λαλῶν. σὺ δ’, Προμηθεῦ, λέγε μοιπρομηθὴς γὰρ εἶποῦ εἰσὶν οἱ κῆποι οἱ τῶν Ἑσπερίδων. γὰρ Εὐρυσθεὺς ἐκέλευσε με κομίζειν ἐκεῖθεν τὰ μῆλα τὰ χρυσᾶ.

Προμηθεύς: ἀναβαίνων οὖν ἐξ Ἅιδου πορεύου μακρὰν δὴ ὁδὸν πρὸς ἑσπέραν τέτταρας θἡμέρας καὶ τέτταρας νύκτας, οὔτε νυκτός οὔθἡμέρας παυόμενος. τῇ δὲ πέμπτῃ ἡμέρᾳ εὑρήσεις τὸν Ἄτλαντα τὸν ἰσχυρόν. ἐρώτησον οὖν αὐτὸν πῶς ἔξεσταί σοι εὑρεῖν τοὺς κήπους τοὺς τῶν Ἑσπερίδων.

Θρασύμαχος: ἄσμενος ἕψομαί σοι, Ἡράκλεις. χαῖρ’, Προμηθεῦ· χαῖρ’, Αἰακέ· χαίρετ’, δεινὰ πάσχοντες. νῦν γὰρ ἀναβησόμεθα πρὸς τὴν γῆν καὶ τοὺς τῶν Ἑσπερίδων κήπους. ἤδη ἀναβαίνομεν. χαίρετε.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus XIV