'

Thrasymachus X

X. Ἰάσων γ΄

Θρασύμαχος: τίς ἐστιν οὗτος;

Αἰακός: ἄγγελός τις ἐστιν, ὡς ἔμοιγε φαίνεται, ἐκ τραγῳδίας τινός.

Ἄγγελος: σιγάτε μηδὲ διαλέγεσθε ἀλλήλοις. νῦν γὰρ Ἰάσων πειράται φέρεσθαι τὸ πάγχρυσοι δέρας. ἀλλὰ χαλεπόν έστι τὸ ἔργον· δεῖ γὰρ αὐτὸν πρῶτον μὲν τοῖς βουσὶ τοῖς τοῦ Αἰήτου χρώμενον ἀγρόν τινα ἀρούν, ἔπειτα δὲ σπείρειν τοὺς τοῦ δράκοντος ὀδόντας. λαμπιρὸς μὲν δὴ ἥλιος, ὀλίγος δ ἄνεμος.

καὶ νῦν δοῦλοί τινες ἐξελαύνουσι τοὺς βοῦς. εἷς, δύο, τρεῖς βόες ἐξορμώσιν. φοβερός μέν ἐστιν πρῶτος, ὃς ἡγεῖται, φυβερώτερος δ δεύτερος, ὃς ἕπεται τῷ πρώτῳ, φοβερώτατος δ τρίτος, ὃς ἐξορμᾷ τρέχων. ὡς μακρά ἔχουσι τὰ κέρατα, καὶ ὡς δεινὸν τὸ πῦρ, ἐξορμᾷ ἐκ τῶν ῥινῶν. ἆρἀκούετε αὐτῶν ἐξορμώντων;

ἀλλὰ νῦν ἔρχεται αὐτὸς Ἰάσων καὶ δὴ καὶ βασιλεὺς μετ᾿ αὐτοῦ. ἆροὐχ αὕτη ἐστὶ Μήδεια τοῦ βασιλέως θυγάτηρ; ἔστι δή. ἔρχεται γὰρ τρίτη αὐτή. ὡς καλή ἐστιν παρθένος καὶ ὡς καλά ἐστι τὰ ἱμάτια αὐτῆς. καὶ δὴ καὶ οἷας τρίχας ἔχει καὶ οἵοις ὀφθαλμοῖς τὸν Ἰάσονα ἀποβλέπει. μὲν γὰρ Μήδεια πειρᾶται πείθειν αὐτὸν μὴ μάχεσθαι τοῖς βουσίν, δἸάσων ἀνδρεῖός τε καὶ ἰσχυρος ὦν οὐ πείθεται αὐτῇ. νῦν δ Μήδεια ἰδίᾳ παρέχει τῷ Ἰάσονι ἀλοιφήν, ἀλείφεται τὸ σῶμα. ἐθέλει γὰρ βοηθεῖν αὐτῷ.

οὖν Ἰάσων προσχωρεῖ πρὸς τοὺς βοῦς. φεῦ τοῦ πυρός. φεῦ τοῦ θορύβου. ἀμύνουσι μὲν γὰρ αὐτὸν τοῖς κέρασιν, ὅμως δοὐχ οἷοί τεἰσὶ βλάπτειν αὐτὸν καὶ οὐδὲν αἷμα ῥεῖ. αὐτὸς μὲν γὰρ ἀμύνεται τὰ κέρατα οὐδὲν κακὸν πάσχων, δἀλοιφὴ ῥᾳδίως ἀμύνει αὐτῷ τὸ πῦρ. οἴμοι· φεῦ, φεῦ. καταπίπτει γὰρ Ἰάσων ὑπὸ τῶν βοῶν. ἀλλεὐθὺς ἐπαίρει αὐτὸς ἑαυτόν. εὐγε. τέλος δἐπιβάλλει τὸ ζυγὸν ἐπὶ τούτους τοὺς βοῦς καὶ τὸν ἀγρὸν τοῖς βουσὶν ἀροῖ. ὡς δεινή τε καὶ σοφή ἐστιν Μήδεια. νῦν δ Ἰάσων παύει τοὺς βοῦς τοῦ ἔργου, τῶν δὲ πόνων αὐτὸς οὐ παύεται οὐδαμῶς.

ἆροὐκ ὄναρ ἐστίν; τί ὁρῶ; τί τοῦτο σημαίνει; ἆρα μὴ ἐξορμῶσιν ἐκ τῆς γῆς ὁπλῖται; ἀλλἐξορμῶσι δὴ ὁπλῖται αὐτοῖς τοῖς ὅπλοις. ξίφη τε γὰρ ἔχουσι καὶ δόρατα καὶ τόξα καὶ κνημίδας. νῦν δοὗτοι οἱ ὁπλῖται ἐπιτρέχουσιν ἐπὶ τὸν Ἰάσονα. ἆρα φοβεῖται; οὐδαμῶς. τῇ μὲν γὰρ δεξιᾷ σπᾷ τὸ ξίφος, τῇ δἀριστερᾷ λίθους ἐπὶ τοὺς ὁπλίτας βάλλει. ὡς δεινός ἐστιν ἥρως καὶ ὡς δεινῶς μάχεται. καὶ ὡς μωροί εἰσιν οἱ ὁπλῖται. σφόδρα γὰρ ὀργιζόμενοι ἀλλήλοις βοῶσιν, “διὰ τί βάλλεις με λίθοις, μωρότατε;” οὕτως οὖν βοῶντες καὶ ἀλλήλοις μαχόμενοι ἀποθνήσκουσιν, καὶ οὕτως τελευτᾷ μάχη. νικᾷ οὖν Ἰάσων καὶ φέρεται τὸ ἆθλον. ἔπειτα δὲ τὸ πάγχρυσον δέρας ἔχων ἐν τῇ νηΐ μετὰ τῶν ἑταίρων ἀποπλεῖ ἀπὸ τῆς Κολχίδος.

Θρασύμαχος: καὶ δὴ καὶ τὴν Μήδειαν ἔχων, ὡς ἔμοιγε δοκεῖ.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus X