'

Thrasymachus VIII

 VIII. Ἰάσων α΄

Θρασύμαχος: τίς δακρύει; ἆρἀκούεις, Αἰακέ, ἀνθρώπου τινός δακρύοντος;

Αἰακός: ἀλλοὗτός ἐστιν Ἰάσων ἰσχυρός.

Θρασύμαχος: διὰ τί οὖν, καίπερ ἰσχυρός ὢν καὶ τοσαύτην ἰσχὺν ἔχων, οὕτω δακρύει;

Αἰακός: ἀλλαὐτὸν ἐρώτα τὸν Ἰάσονα. ἴσως γὰρ αὐτὸς ἐρωτῶντί σοι ἐθέλει λέγειν. καὶ ἴσως ἐθέλει ἀποκρίνεσθαι.

Θρασύμαχος: ἐρωτῶ οὖν. χαῖρ’, Ἰᾶσον, παῦε δακρύων, αἰτοῦμαί σε. διὰ τί, καίπερ ἐν ταῖς τῶν ὀλβίων νήσοις οἰκῶν,

οὕτω δακρύεις; ἆρά τις κλέπτει τὴν ἀσπίδα σου; ἆρά τις κλέπτει τὸ δόρυ;

Ἰάσων: οὐδαμῶς, παῖ, ἀλλὕβρεως ἕνεκα δακρύω.

Θρασύμαχος: καὶ τίνος ὕβριν λέγεις; τίς ἐστιν ὑβριστής; τίς ὑβρίζει;

Ἰάσων: ἀλλὰ σιγῶν ἄκουέ μου λέγοντος. πόλις μὲν γάρ τίς ἐστι τῶν Ἑλλήνων, Ἰωλκὸς τὸ ὄνομα, δὲ Πελίας ταύτης τῆς πόλεως βασιλεύει. δὲ φοβερὰ ὁρῶν ὀνείρατα ἐρωτᾷ τὸν Ἀπόλλωνα τὸν ἐν Δελφοῖς διὰ τί τοιαῦτα ὀνείρατα πάσχει. δὲ τοῦ Ἀπόλλωνος ἱερεὺς ἀποκρινόμενος λέγει, “Ἄνδρα μίαν κρηπίδ’, τλῆμον, φεύγε φέροντα.”

ἐγὼ δἀποδημῶν καὶ πρὸς ἄλλας ἀνθρώπων πόλεις φοιτῶν τὸ τέλος πρὸς τὴν Ἰωλκὸν ἀναχωρῶ. ἀναχωρῶν δἐν τῇ ὁδῷ γραΐ τινι ἐγγὺς ποταμοῦ τινὸς ἀπαντῶ, δακρύουσα λέγει μοι, “ νεανία, φέρε με, αἰτοῦμαι, διὰ τούτου τοῦ ποταμοῦ. ὀλίγην μὲν γὰρ μόνον ἰσχὺν ἔχουσα σφόδρα δή κάμνω, δὲ ποταμός δεινῶς δὴ ῥεῖ. σὺ δέ μοι φαίνη ἰσχυρός δὴ εἶναι.” ἐγὼ δἐθέλων πείθομαι ταύτῃ τῇ γραὶ οὕτω κελευούση. ἀλλἐν διαβαίνω διὰ τοῦ ποταμοῦ τί γίγνεται;

Θρασύμαχος: οἱ ἰχθύες δάκνουσι τὰ σκέλη σου διαβαίνοντος.

Ἰάσων: οὐδαμῶς, μωρότατε. ἰχθῦς μὲν γὰρ οὐχ ὁρῶμεν, δἑτέρα τῶν κρηπίδων καταπίπτει εἰς τὸν ποταμόν. ἐγὼ δέ, καίπερ μίαν μόνον κρηπῖδἔχων, ῥᾳδίως φέρω τὴν γραῦν διὰ τοῦ ποταμοῦ. δὲ γραῦς ἐξαίφνης καλή παρθένος γίγνεται, καὶ λέγει, “χαῖρ’, Ἰᾶσον· ἐγὼ γάρ εἰμι Ἥρα λευκώλενος᾿. ἐπεὶ δὲ βοηθεῖς μοι, τούτου ἕνεκα καλόν παρέχω σοι δῶρον.”

ἐγὼ οὖν καίπερ μίαν μόνον κρηπίδἔχων προσχωρῶ χαίρων πρὸς τὴν πόλιν. καὶ ἐπειδὴ εἰς τὴν τοῦ βασιλέως οἰκίαν ἀφικνοῦμαι, ἐγὼ μὲν ὁρῶ τὸν Πελίαν καθιζόμενον καὶ οἶνον πίνοντα, δὲ βασιλεὺς ὁρῶν με μίαν μόνον κρηπίδἔχοντα, λόγῳ μὲν φαίνεται εἶναι φίλος, ἔργῳ δὲ γίγνεται πολέμιος.

ἐγὼ δὲ ὁρῶν αὐτὸν πολέμιον γιγνόμενον λέγω τῷ βασιλεῖ, “ Πελία, σὺ μὲν οὐκ ὀρθῶς βασιλεύεις ταύτης τῆς πόλεως, ἐγὼ δέ.” δὲ Πελίας ἀποκρινόμενος λέγει, “πῶς γὰρ οὔ; ἀλλὰ βοήθει μοι, φίλε. οὐ γὰρ χαλεπόν τι αἰτοῦμαί σε ποιεῖν. πολέμιος γάρ τις κακά μἐθέλει ποιεῖν. τί οὖν κελεύεις με λέγειν τούτῳ τῷ πολεμίῳ;”

καὶ ἐγὼ μὲν οὐδὲν ὑποπτεύων,“ Πελία,” ἀποκρίνομαι, “βοηθῶ σοι καίπερ κλέπτῃ ὄντι καὶ κλέπτοντι τὴν ἀρχὴν τὴν ἐμήν. κέλευε οὖν τοῦτον τὸν πολέμιον κομίζειν σοι τὸπάγχρυσον δέραςἀπὸ τῆς Κολχίδος.”
δὲ Πελίας ταῦτἀκούων χαίρει καὶ λέγει, “καλῶς λέγεις, νεανία. σὺ γὰρ εἰ οὗτος πολέμιος. ἐθέλεις γὰρ ἀποστερεῖν με τῆς ἀρχῆς. κελεύω οὖν σε κομίζειν μοι ἀπὸ τῆς Κολχίδοςτὸ πάγχρυσον δέρας’. “

Θρασύμαχος: φεῦ τοῦ ἔργου. πῶς τελευτᾷ;

Ἰάσων: ἀλλὕστερον περὶ τούτου.

Home 9 Thrasymachus Reading Course 9 Thrasymachus VIII