Thrasymachus XXII
XXII: οἱ Κίκονες
ἀσπαζόμενος οὖν ὁ βασιλεὺς τὸν ᾿Οδυσσέα ἤρετο διὰ τί κλαίει. “ἄρτι γὰρ ἐνίκησας τοὺς Τρῶας,” ἡ δ’ ὅς, “καὶ τοσαύτην ἔχεις δόξαν ὥστε μὴ δεῖν σε κλαίειν μηδέποτε. μὴ οὖν φοβοῦ μὴ οὐ σ’ εὐ δεχώμεθα. πάντας γὰρ φιλοῦμεν ἡμεῖς οἱ Φαιάκιοι, καὶ ἐγώ, βασιλεὺς ὤν, εἰς τὴν ἐμὴν οἰκίαν ἄσμενος δέχομαι ἅπαντας, οὐδὲ λανθάνω πάντας τοὺς προσιόντας ἀσπαζόμενος. οὐκ οὖν δεῖ σε φοβεῖσθαι.” ὁ δ’ ᾿Οδυσσεὺς εἶπεν ὅτι δόξαν μὲν ἔχει μεγάλην, τοὺς δ’ ἑταίρους οὔ. τούτων οὖν ἕνεκα κλαίειν καὶ τῶν παθημάτων ἃ ἐπέβαλεν αὐτῷ ὁ Ζεύς. ὁ οὖν βασιλεὺς ὡς παραμυθησόμενος αὐτὸν ἐκέλευσε τὸν πάντα μῦθον λέγειν. “ὅταν γάρ,” ἡ δ’ ὅς, “ἀκούωμέν τινος κακὰ πάσχοντος, ἀεὶ οἰκτείρομεν αὐτόν.” καὶ ὁ ᾿Οδυσσεύς, “θαρρῶ δή,” ἡ δ’ ὅς, “καὶ λέγω.
τῷ γὰρ ἀνέμῳ ἐνεχθεὶς ἀπ᾿ Ἰλίου πρὸς τὸν Ισμαρον οὐ διὰ πολλοῦ ἀφικόμην πρὸς πόλιν τινὰ ἐν ᾗ οἰκοῦσιν οἱ Κίκονες. ταύτην οὖν τὴν πόλιν ἐπολιορκήσαμέν τε καὶ διεφθείραμεν ἐγώ τε καὶ οἱ ἑταῖροι, πάντας δὲ τοὺς πολίτας οὓς ἴδοιμεν ἀπεκτείναμεν, καὶ τὰ ὅπλα ἐκ τῆς πόλεως λαβόντες διειλόμεθα ἀλλήλοις ὅπως μηδεὶς ἴσου στερηθείη μέρους. ἔπειτα δ’ ἐγὼ ἐκέλευσα τοὺς ἑταίρους ὡς τάχιστ’ ἀποφυγεῖν. οἱ δ’ οὕτω μῶροί τε καὶ ἄφρονες ἦσαν ὥστ’ ἐπείσθησαν μὲν οὔ, ἐπανελθόντες δὲ πρὸς τὸν αἰγιαλὸν καὶ τὰς ναῦς πολύν τ’ οἶνον ἔπιον καὶ πολλὰ μῆλα ἔσφαξαν καὶ πολλούς βοῦς ἐπὶ τοῦ αἰγιαλοῦ. οἱ δὲ Κίκονες, πάντες οἱ μὴ ἀποθάνοιεν, τοὺς γείτονας συνέλεξαν ἵνα παρ᾿ ἡμῶν δίκην λάβοιεν πάντων τῶν πολιτῶν οὓς ἀπεκτείναμεν. οὗτοι δ’ οἱ γείτονες οὕτω ἰσχυροί εἰσιν ὥστε πάντας, οἷς ἂν ἐπίωσιν, φοβεῖσθαι μὴ ἀποθάνωσιν ὑπ᾿ αὐτῶν, καὶ δὴ καὶ οἱοί τ’ εἰσὶν οὗτοι οἱ Κίκονες μάχεσθαι οὐ μόνον πεζῇ ἀλλὰ καὶ ἀφ’ ἵππων. καὶ τότε δη τοσοῦτοι ἐπῆλθον ὅσα φύλλα καὶ ἄνθη γίγνεται ὥρᾳ.
καὶ τότε δὴ αὐτὸς ὁ Ζεύς ἐχθρὸς ἡμῖν ἐγένετο ὅπως πολλὰ καὶ κακὰ πάθοιμεν. ἐμαχόμεθα γὰρ μάχην παρὰ ταῖς ναυσὶ πᾶσαν τὴν ἡμέραν ἕως ἡ νὺξ ἐκάλυψεν ἡμᾶς μαχομένους. καὶ ἐμένομεν αὐτοὺς καίπερ πολλῷ πλείους ὄντας ἡμῶν.
ἦμος δ’ ἠέλιος μετενίσσετο βουλυτόνδε
καὶ τότε δὴ Κίκονες κλίναν δαμάσαντες Ἀχαιούς.
ἓξ δ’ ἀφ’ ἑκάστης νηὸς ἐϋκνημίδες ἑταῖροι
ὤλονθ’, οἱ δ’ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
(Homer, Odyssey 9.59–62)