'

Thrasymachus I

I. Εἰς Ἅιδου

A. Θρασύμαχος

( Θρασύμαχος παιδίον ἐστὶ καὶ καθεύδει. ἀστραπὴ καὶ βροντή.)

Θρασύμαχος: (λέγει.) ἀστραπὴν βλέπω καὶ βροντὴν ἀκούω.

Ἑρμῆς: (λέγει.) χαῖρε, Θρασύμαχε. ἆρα καθεύδεις;

Θρασύμαχος: ἀνθρώπου φωνὴν ἀκούω.

Ἑρμῆς: ἀλλὰ ἀνθρώπου φωνὴν οὐκ ἀκούεις· ἄνθρωπος γὰρ οὐκ εἰμί.

Θρασύμαχος: τίς οὖν εἶ;

Ἑρμῆς: ἐγώ εἰμι Ἑρμῆς θεός.

Θρασύμαχος: οἴμοι. ἀλλὰ διὰ τί δεῦρο ἥκεις;

Ἑρμῆς: διότι κομίζω σε εἰς τὴν τοῦ Ἅιδου οἰκίαν.

Θρασύμαχος: οἴμοι. νεκροὺς γὰρ εἰς τὴν τοῦ Ἅιδου οἰκίαν κομίζουσιν. ἐγὼ δὲ οὐκ εἰμι νεκρός, μὴ οὖν κόμιζέ με εἰς Ἅιδου.

Ἑρμῆς: Θρασύμαχε, ἔνδυε τὰ ἱμάτια. γὰρ Ζεὺς κελεύει. λέγει γάρ μοι, “κόμιζε τὸν Θρασύμαχον εἰς Ἅιδου καὶ δίδασκέ τὸ παιδίον περὶ τῶν νεκρῶν καὶ περὶ τῆς τοῦ Ἅιδου οἰκίας.”

(παρέχει τῷ παιδίῳ τὰ ἱμάτια.)

Θρασύμαχος: κόμιζέ με οὖν καὶ δίδασκέ με περὶ τῶν νεκρῶν καὶ τῆς τοῦ Ἅιδου οἰκίας. ἐνδύω γὰρ τὰ ἱμάτια.

(ἐνδύει οὖν τὰ ἱμάτια.)

(ἀστραπὴν βλέπουσι καὶ βροντὴν ἀκούουσιν. καταβαίνουσιν.)

 

B. Χάρων

Θρασύμαχος: (ποταμὸν βλέπει.) οἴμοι. θάλατταν βλέπω.

Ἑρμῆς: οὐχί. θάλαττα μὲν οὐκ ἐστιν, ποταμός δέ.

Θρασύμαχος: ποταμὸν οὖν βλέπω. ἀλλὰ δεινός ἐστιν ποταμὸς καὶ δεινὸν ποταμὸν βλέπω.

Χάρων: (ἐρέττει.) ὄποπ, ὄποπ, ὄποπ.

Θρασύμαχος: δεινὴ καὶ μιαρά ἐστιν φωνή. δεινήν τε μιαρὰν φωνὴν ἀκούω. τίς οὖν λέγει; τίς ἐστιν; δίδασκέ με.

Ἑρμῆς: Χάρων ἐστίν. Χάρων λέγει.

Θρασύμαχος καὶ Ἑρμῆς: καὶ τίς ἐστιν Χάρων;

Ἑρμῆς: Χάρων τῷ πλοίῳ φέρει τοὺς νεκροὺς εἰς Ἅιδου.

Θρασύμαχος καὶ Ἑρμῆς: χαῖρ’, Χάρων, χαῖρ’, Χάρων, χαῖρ’, Χάρων.

Χάρων: (μιαρᾷ τῇ φωνῇ λέγει.) τίς δεῦρο ἥκει;

Ἑρμῆς: ἐγώ τε καὶ Θρασύμαχος καταβαίνομεν εἰς Ἅιδου. διδάσκω γὰρ τὸ παιδίον περὶ τῶν νεκρῶν.

Χάρων: καταβαίνετε οὖν. ἀλλὰ παρέχετέ μοι τοὺς ὀβολούς.

Θρασύμαχος: ὀβολοὺς λέγεις;

Χάρων: ὀβολοὺς λέγω.

Ἑρμῆς: ὀβολοὺς λέγει. γὰρ νεκρὸς ἀεὶ ὀβολὸν ἔχει.

Θρασύμαχος: ἀλλὰ διὰ τί νεκρὸς ἀεὶ ὀβολὸν ἔχει;

Χάρων: δὲ νεκρὸς ἀεὶ παρέχει ἐμοί.

Θρασύμαχος: ἐγὼ δὲ ὀβολὸν οὐ παρέχω.

Χάρων: ἀλλὰ διὰ τί οὐ παρέχεις;

Θρασύμαχος: διότι οὐκ ἔχω.

Χάρων: οἴμοι, τί λέγεις; ὀβολὸν οὐκ ἔχεις; ἀλλὰ βλέπετε τὸ πλοῖον. σαθρὸν γάρ ἐστιν. σαθρὸς μὲν ἱστός, σαθρὰ δὲ τὰ ἱστία. καὶ σαθραῖς ταῖς κώπαις ἐρέττω. παρέχετε οὖν μοι καλόν τε πλοῖον καὶ καλὸν ἱστὸν καὶ καλὰς κώπας καὶ καλὰ ἱστία καὶ καλοὺς….

Ἑρμῆς: μὴ λέγε, ἀλλὰ τῷ πλοίῳ φέρε ἡμᾶς εἰς Ἅιδου. γὰρ Ζεὺς κελεύει.

Χάρων: ἀλλἀεὶ κελεύει Ζεύς. εἰσβαίνετε οὖν.

Ἑρμῆς καὶ Θρασύμαχος: (εἰσβαίνουσιν.) εἰσβαίνομεν.

Χάρων: ἀλλὰ μὴ καταδύετε τὸ πλοῖον.

(ταῖς οὖν κώπαις ἐρέττει καὶ τό τε παιδίον καὶ τὸν θεὸν φέρει εἰς Ἅιδου.)

Χάρων: ὄποπ, ὄποπ, ὄπ… ὄπ… ὄπ…