'

Thrasymachus III

III. Ἕκτωρ

Αἰακός: νῦν δὲ προσχωροῦμεν, Θρασύμαχε, πρὸς τὰς τῶν ὀλβίων νήσους. ἆρὁρᾷς;

Θρασύμαχος: ὁρῶ δή. ἀλλὰ τίνες οἰκοῦσιν ἐν ταῖς νήσοις;

Αἰακός: οἱ ὄλβιοι, ὥσπερ Ἕκτωρ καὶ Ἀχιλλεύς.

Θρασύμαχος: ἆροὐ πλουσία ἐστὶν χώρα; χρυσοῦς γάρ ἐστιν ἥλιος καὶ χρυσῆ γῆ, καὶ χρυσᾶ τὰ δένδρα καὶ χρυσοῦς καρπός.

Αἰακός: καὶ δὴ καὶ ἐν ταῖς νήσοις οὐδεὶς ἀρότρῳ ἀροῖ τὴν χρυσῆν γῆν, καὶ οὐδεὶς ἀναβαίνει ἐπὶ τὰ δένδρα καὶ δρέπει τὸν χρυσοῦν καρπόν.

Θρασύμαχος: θαυμάσια δὴ λέγεις οὐδὲ πιστεύω. ἀλλὰ τίς προσχωρεῖ; ἆρα θεός τις; ἀργυρᾶν γὰρ κόρυθα ἔχει.

Αἰακός: σίγα, παῖ· γὰρ Ἕκτωρ προσχωρεῖ, καλός τε κἀγαθὸς ἀνήρ.

Ἕκτωρ: χαῖρ’, Αἰακέ· πῶς ἔχεις; τί ἐστι τὸ τοῦ παιδὸς ὄνομα;

Αἰακός: Θρασύμαχος ἐστι τὸ ὄνομα.

῞Εκτωρ: καὶ διὰ τί δεῦρο προσχωρεῖτε;

Αἰακός: διότι Ζεὺς πέμπει ἡμᾶς. δηλῶ γὰρ τῷ παιδί τὰ ἐν ταῖς τῶν ὀλβίων νήσοις. δήλου καὶ σὺ ἅμα δηλοῦμεν οὖν ἅμα. ἐρώτα, παῖ· τί ἐθέλεις;

Θρασύμαχος: δήλου μοι οὖν τί ποιεῖτε ἐν ταῖς τῶν ὀλβίων νήσοις.

Ἕκτωρ: οὐδὲν ἄλλο ποιοῦμεν δειπνοῦμεν.

Θρασύμαχος: ἀλλὰ πῶς ἐστὶν ὑμῖν τὰ σῖτα; ἆροὐκ ἀροῦτε;
Ἕκτωρ: οὐδαμῶς· οὐδεὶς γὰρ οὐδέποτε οὔτἀροῖ οὔτε δρέπει. οἱ γὰρ καρποὶ πίπτουσιν ἀπὸ τῶν δένδρων ἐπὶ τὴν τράπεζαν.

Θρασύμαχος: ἀλλοὐ πιστεύω σοι.

Αἰακός: ὅρα οὖν.

(καρπός τις χρυσοῦς πίπτει ἀπὸ δένδρου τινὸς χρυσοῦ ἐπὶ τὴν τοῦ Θρασυμάχου κεφαλήν.)

Θρασύμαχος: οἴμοι· φεῦ, φεῦ.

Αἰακός: ἆρα νῦν πιστεύεις ἡμῖν, παῖ;

Θρασύμαχος: πιστεύω δὴ ὑμῖν. παθήματα μαθήματα.

(γελῶσι μὲν τ᾿ Αἰακὸς καὶ ῞Εκτωρ, δακρύει δὲ παῖς.)

Θρασύμαχος: μὴ γελᾶτέ μοι.

Ἕκτωρ: σὺ οὖν μὴ δάκρυε, ἀλλἐρώτα.

Θρασύμαχος: δηλοῦτε οὖν μοι διὰ τί χωλός ἐστιν ῞Εκτωρ.

Ἕκτωρ: δηλῶ σοι δή. ἀλγῶ γὰρ τοὺς πόδας. ὡς δεινός δή ἐστιν Ἀχιλλεύς. ἄνδρας γὰρ ἀποκτείνει καὶ κακὰ ποιεῖ τοὺς νεκρούς.

Θρασύμαχος: καὶ τίς ἐστιν τοῦ κακοῦ ἀρχή;

Ἕκτωρ: γυνή τις, Ἑλένη τὸ ὄνομα.

Αἰακός: πῶς γὰρ οὔ; γυνὴ γάρ τις ἀεί ἐστιν τοῦ κακοῦ ἀρχή.

φωνή τις: κἀγὼ πιστεύω. ἀλλοὐχ Ἑλένη.

Θρασύμαχος: καὶ τί σὺ μανθάνεις περὶ τῆς ῾Ελένης;

φωνή τις: ἀλλὰ τί οὐ μανθάνω; ἐγὼ γάρ εἰμι Πάρις, τῆς ῾Ελένης ἀνήρ.

Θρασύμαχος: τίς οὖν ἐστὶν τοῦ κακοῦ ἀρχή;

Πάρις: ἄλλη τις γυνή. ὑμεῖς δὲ σιγᾶτε, κἀγὼ λέγω.

Θρασύμαχος: λέγε δὴ ἡμῖν.